Gymnasium
Item set
- Title
-
Gymnasium
Items
-
Orations 17.10, 12, 20
Aelius Aristides
κόσμοι δὲ οἵ τε ἐν αὐτῇ καὶ οἱ περὶ αὐτὴν ἐξ ἴσου πολλοί τε καὶ λαμπροὶ καὶ ποθεινοτέρους οὐχὶ λελοιπότες... ποίας γραφῆς ἢ πλάσματος οὐ βελτίω ταῦτα μιμήσασθαι; ἀεὶ δὲ ὥσπερ εἰς πομπὴν ἐνιαύσιον κεκοσμημένη ταῖς τε ἰδίαις καὶ ταῖς δημοσίαις κατασκευαῖς ὡραΐζεται, σκηνῆς Μηδικῆς θέαμα ἁβρότερον... χάρις ὥσπερ Ἶρις τεταμένη καὶ τὴν πόλιν ὥσπερ λύραν ἁρμοττομένη σύμφωνον αὑτῇ τε καὶ τοῖς ἔξω κόσμοις, καὶ ἡ διὰ πάντων ὥσπερ τοῦ παρ᾽ Ὁμήρῳ χαλκοῦ μέχρι οὐρανοῦ διηνεκὴς αἴγλη, τῷ ταῦτα ἐφικτὰ διηγήσασθαι;Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 157Location: Smyrna -
Laws 761b-d
Plato
τά τε πηγαῖα ὕδατα, ἐάντε τὶς ποταμὸς ἐάντε καὶ κρήνη ᾖ, κοσμοῦντες φυτεύμασί τε καὶ οἰκοδομήμασιν εὐπρεπέστερα, καὶ συνάγοντες μεταλλείαις νάματα, πάντα ἄφθονα ποιῶσιν, ὑδρείαις τε καθ᾽ ἑκάστας τὰς ὥρας, εἴ τί που ἄλσος ἢ τέμενος περὶ ταῦτα ἀφειμένον ᾖ, τὰ ῥεύματα ἀφιέντες εἰς αὐτὰ τὰ τῶν θεῶν ἱερά, κοσμῶσι. πανταχῇ δὲ ἐν τοῖς τοιούτοις γυμνάσια χρὴ κατασκευάζειν τοὺς νέους αὑτοῖς τε καὶ τοῖς γέρουσι γεροντικὰ λουτρὰ θερμὰ παρέχοντας, ὕλην παρατιθέντας αὔην καὶ ξηρὰν ἄφθονον, ἐπ᾽ ὀνήσει καμνόντων τε νόσοις καὶ πόνοις τετρυμένα γεωργικοῖς σώματα δεχομένους εὐμενῶς, ἰατροῦ δέξιν μὴ πάνυ σοφοῦ βελτίονα συχνῷ.ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα πάντα κόσμος τε καὶ ὠφελία τοῖς τόποις γίγνοιτ᾽ ἂν μετὰ παιδιᾶς οὐδαμῇ ἀχαρίτου: σπουδὴ δὲ περὶ ταῦτα ἥδε ἔστω.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Syracuse -
CIL 08, 01500 = CIL 08, 01501 = CIL 08, 01502 = CIL 08, 15509 = ILAfr 00514 = Dougga-01, p 183
Unknown
Q(uintus) Gabinius Rufus Felix B/eatianus multiplicata a se pec/unia ob honorem parentum su/[oru]m H[S 3 mil(ibus) n(ummum) ad ornamentum patriae su]ae sua liberalitate constitutis / [p]erfecit excoluit et cum statuis cete/risque solo privato dedicavit ludis edi(tis) / (da)tis sportulis et epulo et gymnasioText Category: Inscription: dedicationCentury Range: 3rd century CEDate: 222-235Location: Africa Proconsularis: Thugga: Sanctuary of Caelestis -
Ephesos 1113
Unknown
Λ(ούκιον) Ἀρτώριον ΠεῖονΜάξιμοντὸν λαμπρότ(ατον) ἀνθύπ(ατον)πολλοῖς καὶ μεγάλοις ἔργοις κοσμήσαντα τὴνπατρίδα ἀνανεωσάμε-νόν τε καὶ τὸ γυμνάσιονText Category: InscriptionCentury Range: 3rd century CEDate: 286-308Location: Ionia: Ephesos -
I.Kaunos 30
Unknown
ἀλλὰ καὶ μέχρι τῆς ξενικῆς γνώσεως ἐκόσμησεν τὴν πατρίδα διηνεκῆ πᾶσιν παρασχὼν ἄφθονον καὶ δαψιλῆ τὴν τοῦ ἐλαίουχρῆσιν τήν τε τῆς γερουσίας γυμνασιαρχίαν οὕτως πλουσίως ἐπλήρωσεν ὡς <ὑπὸ τῆς> πόλεως αὐτὴν μαρτυρηθῆναι <ἐπὶ τῇ> φιλοτειμίᾳ,Text Category: InscriptionCentury Range: 2nd century CEDate: 100-117Location: Caria: Kaunos -
IG XII,3 202
Unknown
τῶι ξένωι εἰπὲ πολῖτα, τίς ἔκτισε γυμνάδα τάνδε κράναν τε ἀέναον δένδρεά τε ὑψίκομα,ὄφρα καὶ ὁ ξεῖνος Δαμάτριον Ἱππία υἱὸν αἰνῆι ἐπ’ ἀλλοδαπῶν ἄστεα νισόμενος.οὗτος γὰρ ταῦτα εἷσε θεοῖς ἥρωσί τε κόσμον ἀθλοφόρου τέχνας ἀντιδιδοὺς χάριτα[ς(?)].Text Category: InscriptionCentury Range: 4th century BCELocation: Astypalaea