Nature
Item set
- Title
-
Nature
Items
-
De Natura Animalium 2.11
Aelian
καὶ εἰ ἐξελίττειν ἔδει, ἔπραττον αὐτό, καὶ ἄνθη μέντοι ῥιπτοῦντες ἐκόσμουν τὸ δάπεδον οἵδε, μέτρῳ καὶ φειδοῖ δρῶντες, καί τι καὶ ἐπεκτύπουν τοῖς ποσί, χόρειόν τε καὶ συμμελὲς ὁμορροθοῦντες οἱ αὐτοί.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome -
Deipnosophistae 12.20
Athenaeus
Φύλαρχος δ᾽ ἐν τῇ πέμπτῃ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν εἰπὼν ὅτι παρὰ Συρακοσίοις νόμος ἦν τὰς γυναῖκας μὴ κοσμεῖσθαι χρυσῷ μηδ᾽ ἀνθινὰ φορεῖν μηδ᾽ ἐσθῆτας ἔχειν πορφυρᾶς ἐχούσας παρυφάς ἐὰν μή τις αὐτῶν συγχωρῇ ἑταίρα εἶναι κοινή,Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
P. Harris 2 197
Unknown
[ -ca.?- Λου]κρητίωι Βλάνδωι τριηράρχωι [πολλὰ χαίρειν -ca.?- ][ -ca.?- πρὸ πολλοῦ κελε]ύσαντος τοῦ διασημοτάτου ἡγε[μόνος -ca.?- ][ -ca.?- πλοῖα (?)-ca.?- ἀ]ναπέμψαι εἰς Ἀκῶριν πρὸς κα[ταγωγὴν λίθων -ca.?-(?)][ -ca.?- εἰς] κόσμον τῆς λαμπροτάτης τῶν [Ἀλεξανδρέων πόλεως -ca.?- ]Text Category: PapyrusCentury Range: 2nd century CEDate: 169-176Location: Egypt -
Orations 38.8
Aelius Aristides
οὕτω δὴ φύντες καὶ τραφέντες καὶ παιδευθέντες μέχρι μὲν ἡσύχαζε τὰ τῶν Ἀχαιῶν, οἵδ᾽ ἐν Θετταλίᾳ τε ἦσαν κόσμος πολὺ λιμνῶν τε καὶ πεδίων καὶ ποταμῶν ἐπιφανέστερος καὶ τοὺς ταύτῃ Ἕλληνας ὤρθουν, εἴς τε τὸ κοινὸν πολιτευόμενοι τὰ ἐκείνοις πρέποντα καὶ τὰς ἰδίας ἑκάστου συμφορὰς ἐπανορθοῦντες, οὐδ᾽ ἦν νοσεῖν ὅπου φανείη Μαχάων ἢ Ποδαλείριος.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 147Location: Pergamon -
Orations 21.14
Aelius Aristides
Μέλητα δὲ κοσμεῖν ἑτέροις τὰ νῦν παρίημι: καίτοι μέγιστός γε αὐτὸς αὑτῷ κόσμος ἐστὶν ὁρώμενος, ᾧ γε καὶ θέρος καὶ χειμὼν τὸν αὐτὸν ἔχει λόγον, καὶ οὔτε ἐξ ὄμβρων ποτὲ ὕβρισεν οὔτε αὐχμοῖς εἶξεν, ἀλλ᾽ ὥσπερ ἄλλο τι τῶν ἀκινήτων, ἓν μὲν σχῆμα, μίαν δὲ χρόαν τὸν ἀεὶ σώζει χρόνον.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 179Location: Smyrna -
Orations 17.16
Aelius Aristides
ἐκεῖ μὲν γὰρ τὰ ὄρη διαστήσας Θετταλίαν ἐποίησε γῆν ἄπεδον ἐκ λίμνης ἐξιεὶς κατὰ ῥεῦμα τὸν Πηνειὸν, ἐνταῦθα δὲ ἐπανήγαγε τὴν θάλατταν ἀπὸ τῶν ὀρῶν, ἀντίστροφον τὸν ἐκ τῆς ἠπείρου κόσμον τῷ παρὰ τῆς θαλάττης ἁρμόττων τῇ πόλει.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 157Location: Smyrna -
Orations 1.24
Aelius Aristides
ἀλλὰ ταῦτα μέν ἐστιν ὥσπερ ἀπὸ τῶν τραγημάτων τὴν εὐωχίαν σεμνύνειν: τὸν δὲ οἰκειότατον καὶ μέγιστον τῆς χώρας καρπόν τε καὶ κόσμον καὶ ὃς ἅπασαν ἔχει τὴν ἐπιτηδειότητα συλλαβὼν αὐτῆς ἤδη δίειμι.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 155Location: Athens -
Orations 21.5
Aelius Aristides
ἑώρας ἀγοράν τε θεῶν ἑστίαν καὶ λιμένας, τῇ μὲν κυκλουμένους τὴν πόλιν, τῇ δὲ ὑπὸ τῆς πόλεως μέσους ἐχομένους: καὶ ναῶν κάλλη καὶ περιβόλους, ἐξ ἴσου τῇ τε φύσει καὶ τέχνῃ κεκοσμημένα, καὶ πάντα δὴ τὸν κόσμον τῶν ὅρμων ὡς ἐξήρτηντο ἀλλήλων: καὶ τὸ δὴ μέγιστον σύμβολον τῆς πόλεως, τὴν διὰ πάντων ὁμολογίαν καὶ μουσικὴν ἕν τι τὸ πᾶν σῶμα ἀποφαίνουσαν, ὥσπερ ἂν εἰ κατὰ τὸν μῦθον τὸν περὶ τοῦ Θηβαίων τείχους λεγόμενον πρὸς λύραν καὶ κιθάραν ἥρμοστο ἐξ ἀρχῆς.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 179Location: Smyrna -
Orations 17.14
Aelius Aristides
ὁ δὲ δὴ πρὸ θυρῶν κόσμος ἀντὶ Ἀπόλλωνος ἀγυιέως προπύλαιος τῇ πόλει, Μέλης ὁ ἐπώνυμος διωρυχὴν Νυμφῶν ἐκ πηγῶν εἰς θάλατταν, αὐταῖς τ᾽ εἶναι λουτρὸν ῥυτὸν καὶ Νηρηίδας παρὰ Νηρέως δέξασθαι δι᾽ ὀλίγουText Category: Literature: proseCentury Range: 2nd century CEDate: 157Location: Smyrna -
Idyll 18.29-31
Theocritus
πιείρᾳ μέγα λᾷον ἀνέδραμε κόσμος ἀρούρᾳἢ κάπῳ κυπάρισσος ἢ ἅρματι Θεσσαλὸς ἵππος·ὧδε καὶ ἁ ῥοδόχρως Ελένα Λακεδαίμονι κόσμος.Text Category: Literature: poetryCentury Range: 3rd century BCE -
Laws 761b-d
Plato
τά τε πηγαῖα ὕδατα, ἐάντε τὶς ποταμὸς ἐάντε καὶ κρήνη ᾖ, κοσμοῦντες φυτεύμασί τε καὶ οἰκοδομήμασιν εὐπρεπέστερα, καὶ συνάγοντες μεταλλείαις νάματα, πάντα ἄφθονα ποιῶσιν, ὑδρείαις τε καθ᾽ ἑκάστας τὰς ὥρας, εἴ τί που ἄλσος ἢ τέμενος περὶ ταῦτα ἀφειμένον ᾖ, τὰ ῥεύματα ἀφιέντες εἰς αὐτὰ τὰ τῶν θεῶν ἱερά, κοσμῶσι. πανταχῇ δὲ ἐν τοῖς τοιούτοις γυμνάσια χρὴ κατασκευάζειν τοὺς νέους αὑτοῖς τε καὶ τοῖς γέρουσι γεροντικὰ λουτρὰ θερμὰ παρέχοντας, ὕλην παρατιθέντας αὔην καὶ ξηρὰν ἄφθονον, ἐπ᾽ ὀνήσει καμνόντων τε νόσοις καὶ πόνοις τετρυμένα γεωργικοῖς σώματα δεχομένους εὐμενῶς, ἰατροῦ δέξιν μὴ πάνυ σοφοῦ βελτίονα συχνῷ.ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα πάντα κόσμος τε καὶ ὠφελία τοῖς τόποις γίγνοιτ᾽ ἂν μετὰ παιδιᾶς οὐδαμῇ ἀχαρίτου: σπουδὴ δὲ περὶ ταῦτα ἥδε ἔστω.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Syracuse -
Theogony 586-587
Hesiod
ἐξάγαγ᾽, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδ᾽ ἄνθρωποι,κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης.Text Category: Literature: poetryCentury Range: 8th century BCEDate: 730-700Location: Boeotia -
Theogony 573-580
Hesiod
ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνηἀργυφέη ἐσθῆτι: κατὰ κρῆθεν δὲ καλύπτρηνδαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι:ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης,ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη. ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε,τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήειςἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί.Text Category: Literature: poetryCentury Range: 8th century BCEDate: 730-700Location: Boeotia -
Iphigenia in Tauris 632-635
Euripides
πολύν τε γάρ σοι κόσμον ἐνθήσω τάφῳ,ξανθῷ τ᾽ ἐλαίῳ σῶμα σὸν κατασβέσω,καὶ τῆς ὀρείας ἀνθεμόρρυτον γάνοςξουθῆς μελίσσης ἐς πυρὰν βαλῶ σέθεν.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 414-412Location: Athens -
Hecuba 577-578
Euripides
Ἕστηκας, ὦ κάκιστε, τῇ νεάνιδιοὐ πέπλον οὐδὲ κόσμον ἐν χεροῖν ἔχων;Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 424Location: Athens -
Leucippe and Clitophon 2.1.2
Achilles Tatius
“Εἰ τοῖς ἄνθεσιν ἤθελεν ὁ Ζεὺς ἐπιθεῖναι βασιλέα, τὸ ῥόδον ἂν τῶν ἀνθέων ἐβασίλευε. γῆς ἐστι κόσμος, φυτῶν ἀγλάϊσμα, ὀφθαλμὸς ἀνθέων, λειμῶνος ἐρύθημα, κάλλος ἀστράπτον·Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Alexandria -
Heroicus 57.13
Philostratus the Lemnian
καὶ προσορμισάμεναι τῇ νήσῳ πρῶτον μὲν ἐκέλευσαν τοὺς Ἑλλησποντίους ξένους ἐκκόπτειν τὰ δένδρα, οἷς κεκόσμηται κύκλῳ τὸ ἱερόν·Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
De Natura Animalium 13.18
Aelian
καὶ τὰ μὲν ἐπιχώριά ἐστι, τὰ δὲ ἀλλαχόθεν σὺν πολλῇ κομισθέντα τῇ φροντίδι, ἅπερ οὖν κοσμεῖ τὸν χῶρον καὶ ἀγλαΐαν δίδωσι, πλὴν ἐλαίας·Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome -
De Natura Animalium 2.11
Aelian
ἐπεὶ δὲ τὰ τῆς παρασκευῆς ἔκπλεά τε καὶ ἀμφιλαφῆ ἦν, παρῆλθον οἱ δαιτυμόνες, ἓξ μὲν ἄρρενες, ἰσάριθμοι δὲ αἱ θήλειαι αὐτοῖς: καὶ οἳ μὲν ἀρρενωπὸν στολὴν εἶχον, αἳ δὲ θῆλυν, καὶ κατεκλίνησαν σὺν κόσμῳ συνδυασθέντες ἄρρεν τε καὶ θῆλυText Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome -
Deipnosophistae 15.16
Athenaeus
οἱ δ᾽ ὕστερον ἅμα τῷ κροτάφῳ προσέβαλόν τινα καὶ κόσμον οἰκεῖον τῇ παρὰ τὸν οἶνον διαγωγῇ, μηχανησάμενοι τὸν στέφανον.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 15.9
Athenaeus
φὴς οὖν ‘ διὰ τί, τῶν ἐστεφανωμένων ἐὰν λύηται ὁ στέφανος, ἐρᾶν λέγονται;’ ‘πότερον ὅτι ὁ ἔρως τοῦ τῶν ἐρώντων ἤθους περιαιρεῖται τὸν κόσμον, διὰ τοῦτο τὴν τοῦ ἐπιφανοῦς κόσμου περιαίρεσιν φρυκτόν τινα,’ φησὶ Κλέαρχος ἐν πρώτῳ Ἐρωτικῶν, “ καὶ σημεῖον νομίζουσιν τοῦ καὶ τὸν τοῦ ἤθους κόσμον περιῃρῆσθαι τοὺς τοιούτους, ἢ καθάπερ ἐπὶ τῆς μαντικῆς ἄλλα πολλά, καὶ τοῦτο σημειοῦνταί τινες; ὁ γὰρ ἐκ τοῦ στεφάνου κόσμος οὐδὲν ἔχων μόνιμον σημεῖόν ἐστι πάθους ἀβεβαίου μὲν κεκαλλωπισμένου δέText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 12.79
Athenaeus
ἡ γὰρ τῶν ὡραίων ἀνθῶν καὶ καρπῶν αἴτησις εἰς ἀντίδοσιν τῆς τοῦ σώματος ὥρας προκαλεῖται τοὺς λαβόντας. ἢ τὴν τούτων ὥραν παραψυχὴν καὶ παραμυθίαν τῆς ἐπὶ τῶν ἐρωμένων ὥρας ταῖς ἐπιθυμίαις χαίροντες ἔχουσιν αὑτοῖς. ἐκκρούεται γὰρ ὑπὸ τῆς τούτων παρουσίας ὁ τῶν ἐρωμένων πόθος, εἰ μὴ ἄρα τοῦ περὶ αὑτοὺς κόσμου χάριν, καθάπερ ἄλλο τι τῶν πρὸς καλλωπισμὸν συντεινόντων, ἔχουσί τε ταῦτα καὶ χαίρουσιν αὐτοῖς.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 12.57
Athenaeus
Ὥρων ἐκ πολλῶν πόλεών φησιν κοσμηθῆναι τὴν Σάμον ὑπὸ τοῦ Πολυκράτους, κύνας μὲν Μολοττικὰς καὶ Λακαίνας εἰσαγαγόντος, αἶγας δ᾽ ἐκ Σκύρου καὶ Νάξου, πρόβατα δ᾽ ἐκ Μιλήτου καὶ τῆς Ἀττικῆς, μετεστέλλετο δέ, φησί, καὶ τεχνίτας ἐπὶ μισθοῖς μεγίστοις.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 12.20
Athenaeus
Συβαρῖται,’ φησίν, ‘ ἐξοκείλαντες εἰς τρυφὴν ἔγραψαν νόμον τὰς γυναῖκας εἰς τὰς ἑορτὰς καλεῖν καὶ τοὺς εἰς τὰς θυσίας καλοῦντας πρὸ ἐνιαυτοῦ τὴν κλῆσιν ποιεῖσθαι, ἵνα ἀξίως ποιούμεναι τοῦ χρόνου τὴν παρασκευὴν τῶν τε ἱματίων καὶ τοῦ λοιποῦ κόσμου προάγωσιν οὕτως εἰς τὰς κλήσειςText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 4.12
Athenaeus
χεῖρας νιψαμένοισιν ἀπ᾽ ' Ὠκεανοῖο ῥοάωνὡραῖος παῖς ἦλθε φέρων μύρον ἴρινον ἡδύ,ἄλλος δ᾽ αὖ στεφάνους ἐπὶ δεξιὰ πᾶσιν ἔδωκεν,οἳ ῥόδον ἀμφεπλέκοντο διάνδιχα κοσμηθέντες.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome