Funerary

Item set

Items

Advanced search
  • Antigone 388-396

    Sophocles
    ἄναξ, βροτοῖσιν οὐδέν ἔστ’ ἀπώμοτον. ψεύδει γὰρ ἡ ’πίνοια τὴν γνώμην· ἐπεὶ σχολῇ ποθ’ ἥξειν δεῦρ’ ἂν ἐξηύχουν ἐγὼ ταῖς σαῖς ἀπειλαῖς αἷς ἐχειμάσθην τότε ἀλλ’ ἡ γὰρ ἐκτὸς καὶ παρ’ ἐλπίδας χαρὰ ἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ, ἥκω, δι’ ὅρκων καίπερ ὢν ἀπώμοτος, κόρην ἄγων τήνδ’, ἣ καθῃρέθη τάφον κοσμοῦσα. 

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 442
    Location: Athens

  • Ciron 8.22

    Isaeus
    δεομένης δὲ τῆς τοῦ πάππου γυναικὸς ἐκ τῆς οἰκίας αὐτὸν ἐκείνης θάπτειν, καὶ λεγούσης ὅτι βούλοιτ᾽ ἂν αὐτὴ τὸ σῶμα τὸ ἐκείνου συμμεταχειρίζεσθαι μεθ᾽ ἡμῶν καὶ κοσμῆσαι, καὶ ταῦτα ἱκετευούσης καὶ κλαιούσης, ἐπείσθην, ὦ ἄνδρες, καὶ τούτῳ προσελθὼν μαρτύρων ἐναντίον εἶπον ὅτι ἐντεῦθεν ποιήσομαι τὴν ταφήν: δεδεημένη γὰρ εἴη ταῦτα ποιεῖν ἡ τούτου ἀδελφή.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Location: Athens

  • Heracles 548

    Euripides
    κόσμος δὲ παίδων τίς ὅδε νερτέροις πρέπων;

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 416
    Location: Athens

  • Heracles 327-331

    Euripides
    κἀγώ σ᾽ ἱκνοῦμαι χάριτι προσθεῖναι χάριν, ἡμῖν ἵν᾽ ἀμφοῖν εἷς ὑπουργήσῃς διπλᾶ: κόσμον πάρες μοι παισὶ προσθεῖναι νεκρῶν, όμους ἀνοίξας — νῦν γὰρ ἐκκεκλῄμεθα — ὡς ἀλλὰ ταῦτά γ᾽ ἀπολάχωσ᾽ οἴκων πατρός.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 416
    Location: Athens

  • Hecuba 615-618

    Euripides
    κόσμον τ᾽ ἀγείρασ᾽ αἰχμαλωτίδων πάρα, αἵ μοι πάρεδροι τῶνδ᾽ ἔσω σκηνωμάτων ναίουσιν, εἴ τις τοὺς νεωστὶ δεσπότας λαθοῦσ᾽ ἔχει τι κλέμμα τῶν αὑτῆς δόμων.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 424
    Location: Athens

  • Hecuba 577-578

    Euripides
    Ἕστηκας, ὦ κάκιστε, τῇ νεάνιδι οὐ πέπλον οὐδὲ κόσμον ἐν χεροῖν ἔχων;

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 424
    Location: Athens

  • Alcestis 611-624

    Euripides
    Χορός καὶ μὴν ὁρῶ σὸν πατέρα γηραιῷ ποδὶ στείχοντ᾽, ὀπαδούς τ᾽ ἐν χεροῖν δάμαρτι σῇ κόσμον φέροντας, νερτέρων ἀγάλματα. Φέρης ἥκω κακοῖσι σοῖσι συγκάμνων, τέκνον: ἐσθλῆς γάρ, οὐδεὶς ἀντερεῖ, καὶ σώφρονος γυναικὸς ἡμάρτηκας. ἀλλὰ ταῦτα μὲν φέρειν ἀνάγκη καίπερ ὄντα δύσφορα. δέχου δὲ κόσμον τόνδε, καὶ κατὰ χθονὸς ἴτω. τὸ ταύτης σῶμα τιμᾶσθαι χρεών, ἥτις γε τῆς σῆς προύθανε ψυχῆς, τέκνον, καί μ᾽ οὐκ ἄπαιδ᾽ ἔθηκεν οὐδ᾽ εἴασε σοῦ στερέντα γήρᾳ πενθίμῳ καταφθίνειν, πάσαις δ᾽ ἔθηκεν εὐκλεέστερον βίον γυναιξίν, ἔργον τλᾶσα γενναῖον τόδε.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 438
    Location: Athens

  • Alcestis 149

    Euripides
    κόσμος γ᾽ ἕτοιμος, ᾧ σφε συνθάψει πόσις.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 438
    Location: Athens

  • Trojan Women 1147-1149

    Euripides
    ἡμεῖς μὲν οὖν, ὅταν σὺ κοσμήσῃς νέκυν, γῆν τῷδ᾽ ἐπαμπισχόντες ἀροῦμεν δόρυ: σὺ δ᾽ ὡς τάχιστα πρᾶσσε τἀπεσταλμένα.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 415
    Location: Athens

  • Alexander 30.3

    Plutarch
    οὔτε γάρ ζώσῃ τῇ δεσποίνῃ Στατείρᾳ καὶ μητρὶ σῇ καὶ τέκνοις ἐνέδει τῶν πρόσθεν ἀγαθῶν καὶ καλῶν ἢ τὸ σὸν ὁρᾶν φῶς, ὃ πάλιν ἀναλάμψει λαμπρὸν ὁ κύριος Ὠρομάσδης, οὔτε ἀποθανοῦσα κόσμου τινὸς ἄμοιρος γέγονεν, ἀλλὰ καὶ πολεμίων τετίμηται δάκρυσιν. οὕτω γάρ ἐστι χρηστὸς κρατήσας Ἀλέξανδρος, ὡς δεινὸς μαχόμενος.’

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Antiquities of the Jews 15.61

    Flavius Josephus
    τά γε μὴν εἰς τὴν πολυτέλειαν τῆς ἐκφορᾶς καὶ μᾶλλον ἐπεδείξατο, πολλὴν μὲν τὴν παρασκευὴν περί τε τὰς θήκας καὶ τὸ πλῆθος τῶν θυμιαμάτων ποιησάμενος, πολὺν δὲ συγκαταθάπτων κόσμον, ὡς ἐκπλῆξαι τὸ λυπηρὸν τῆς ἐν ταῖς γυναιξὶν ἀλγηδόνος καὶ παραμυθήσασθαι τούτῳ τῷ μέρει.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome