Spoils
Item set
- Title
-
Spoils
Items
-
Epitoma historiarum Philippicarum Pompei Trogi 19.3.2
Justin
Ipse quoque manus ad caelum tendens nunc sortem suam, nunc publicam fortunam deflet; nuncdeos accusat, qui tanta belli decora et tot ornamenta victoriarum, quae ipsi dederant,abstulerint; qui captis tot urbibus totiens que hostibus terrestri navali que proelio victis exercitumvictorem non bello, sed peste deleverint.Text Category: Literature: proseCentury Range: 3rd century CE -
Hist. Abderita, Fragmenta, Fragment 25 line 645
Hecataeus of Abdera
καὶ τὰ μὲν ἱερὰ πάντα τὰ κατ᾽ Αἴγυπτον ἀναθήμασιν ἀξιολόγοις καὶ σκύλοις ἐκόσμησε, τῶν δὲ στρατιωτῶν τοὺς ἀνδραγαθήσαντας δωρεαῖς κατὰ τὴν ἀξίαν ἐτίμησε.Text Category: Literature: proseCentury Range: 4th century BCE -
Hist, Fragmenta Fragment 64 line 5
Duris of Samos
πολλαῖς μὲν ἀσπίσι καὶ λαφύροις κύκλῳ κεκοσμημένων τῶν Ἀττικῶν τριήρων, πολλὰς δ᾽ ἐφελκόμενος αἰχμαλώτους, ἔτι δὲ πλείω κομίζων ἀκροστόλια τῶν διεφθαρμένων ὑπ᾽ αὐτοῦ καὶ κεκρατημένωνText Category: Literature: proseCentury Range: 4th century BCE -
Hist. et. Astrol. Fragment 14b line 30
Berosus
αὐτὸς δὲ ἀπὸ τῶν ἐκ τοῦ πολέμου λαφύρων τό τε Βήλου ἱερὸν καὶ τὰ λοιπὰ κοσμήσας φιλοτίμωςText Category: Literature: proseCentury Range: 3rd century BCE -
Orations 25.9
Aelius Aristides
οἱ δ᾽ ἀνέχοντες τὰ λάφυρα ἑκασταχοῦ τοῖχοι τῷ κόσμῳ συναπολώλασιν:Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 143Location: Rhodes -
Orations 25.59
Aelius Aristides
οὐ γὰρ πολέμῳ ληφθεῖσα ὑμῶν ἡ πόλις οἴχεται οὐδ᾽ ἀνδρῶν χείρων φανεῖσα, οὐδ᾽ ἔστησεν ἀπ᾽ αὐτῆς τρόπαιον οὐδεὶς, οὐδ᾽ ἀπὸ τῶν ὑμετέρων ἀναθημάτων τὰ παρ᾽ αὑτῷ τις ἱερὰ κοσμήσει, ὥσπερ ὑμεῖς τοῖς ἔξωθεν λαφύροις τὴν ὑμετέραν αὐτῶν πόλιν κατεκοσμήσατε, ἀλλ᾽ ὥσπερ ἀνὴρ ἐν ἀκμῇ τελευτήσας τὸν βίον αὐτὴ καθ᾽ αὑτὴν οἴχεται θειοτέραν λαβοῦσα τὴν τελευτὴν, καὶ οὔτε αἰχμάλωτος ἦκται Ῥοδίων οὐδεὶς οὔτε καθῄρηται Ῥόδος, ἀλλ᾽ ἀνθήσασα εἰς ὅσον ἐξῆν ἐξαίφνης ἠφάνισται.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 143Location: Rhodes -
Orations 23.46
Aelius Aristides
τροπαίων δὲ τρόπαια ἐξήπτετο καὶ βωμοὶ Διὸς ἐλευθερίου καὶ τρίποδες κοινοὶ τῶν Ἑλλήνων ἐν Δελφοῖς καὶ ἀναθήματα καὶ δεκάται καὶ κόσμοι τῶν πόλεων καὶ πᾶσα ἐπίδοσις καὶ τοιαῦτα ἐπεχωρίασε πράγματαText Category: Literature: proseCentury Range: 2nd century CEDate: 167Location: Pergamon -
Orations 11.18
Aelius Aristides
εἰ γὰρ καὶ πάνδεινα πεποιήκασιν οἱ Λακεδαιμόνιοι καὶ πάσης μείζω τιμωρίας, ὁ καιρὸς αὐτοὺς, ὦ ἄνδρες Ἀθηναῖοι, παραιτεῖται καὶ τὸ μὴ καλῶς ἔχειν ὑμῖν συνεπιτίθεσθαι τοῖς αὐτῶν ἀτυχήμασιν. ὧν γὰρ πλείους μὲν ἢ χίλιοι τεθνᾶσιν, ἀφεστᾶσι δ᾽ οἱ σύμμαχοι, κεκόσμηται δὲ τοῖς ὅπλοις τὰ Θηβαίων ἱερὰ, αἱ δ᾽ ἐλπίδες εἰς ἡμᾶς μόνους ἀνήρτηνται, πῶς ἄξιον αὐτόχειρας τούτων γενέσθαι καὶ μὴ συνδιατηρῆσαι τὰς ὑπολοίπους ἀφορμάς;Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Leuctra -
Speeches 1.96
Dinarchus
τίς ἀνενήνεκται τῇ θεῷ κόσμος εἰς ἀκρόπολιν ὑπὸ τούτου; τί κατεσκεύακεν οἰκοδόμημα Δημοσθένης ἐν τῷ ἐμπορίῳ τῷ ὑμετέρῳ ἢ ἐν τῷ ἄστει ἢ ἄλλοθί που τῆς χώραςText Category: Literature: proseCentury Range: 4th century BCEDate: 324Location: Athens -
Histories 39.6.1
Polybius
Ὅτι ὁ στρατηγὸς τῶν Ῥωμαίων μετὰ τὸ χωρισθῆναι ἐξ Ἀχαΐας τὸ συνέδριον, ἐπισκευάσας τὸν ἐν Ἰσθμῷ τόπον καὶ κοσμήσας τὸν ἐν Ὀλυμπίᾳ καὶ Δελφοῖς νεὼν ταῖς ἑξῆς ἡμέραις ἐπεπορεύετο τὰς πόλεις τιμώμενος ἐν ἑκάστῃ καὶ τυγχάνων τῆς ἁρμοζούσης χάριτος.Text Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Histories 9.10.12-13
Polybius
τὰ δ᾽ ἐκτὸς ὑπάρχοντα τῆς προειρημένης δυνάμεως ἦν ἐν τοῖς ἐξ ἀρχῆς τόποις ἅμα τῷ φθόνῳ καταλιπόντας ἐνδοξοτέραν ποιεῖν τὴν σφετέραν πατρίδα, μὴ γραφαῖς καὶ τύποις, ἀλλὰ σεμνότητι καὶ μεγαλοψυχίᾳ κοσμοῦντας αὐτήν. οὐ μὴν ἀλλὰ ταῦτα μὲν εἰρήσθω μοι χάριν τῶν μεταλαμβανόντων ἀεὶ τὰς δυναστείας, ἵνα μὴ σκυλεύοντες τὰς πόλεις κόσμον ὑπολαμβάνωσιν εἶναι ταῖς ἑαυτῶν πατρίσι τὰς ἀλλοτρίας συμφοράς: Ῥωμαῖοι δὲ μετακομίσαντες τὰ προειρημένα ταῖς μὲν ἰδιωτικαῖς κατασκευαῖς τοὺς αὑτῶν ἐκόσμησαν βίους, ταῖς δὲ δημοσίαις τὰ κοινὰ τῆς πόλεως.Text Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Histories 3.114.1
Polybius
Ἦν δ’ ὁ καθοπλισμὸς τῶν μὲν Λιβύων Ῥωμαϊκός, οὓς πάντας Ἀννίβας τοῖς ἐκ τῆς προγεγενημένης μάχης σκύλοις ἐκλέξας κατακεκοσμήκειText Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Histories 2.31.5-6
Polybius
καὶ τὸ μὲν Καπετώλιον ἐκόσμησε ταῖς τε σημείαις καὶ τοῖς μανιάκαις — τοῦτο δ᾽ ἔστι χρυσοῦν ψέλιον, ὃ φοροῦσι περὶ τὸν τράχηλον οἱ Γαλάται — τοῖς δὲ λοιποῖς σκύλοις καὶ τοῖς αἰχμαλώτοις πρὸς τὴν εἴσοδον ἐχρήσατο τὴν ἑαυτοῦ καὶ πρὸς τὴν τοῦ θριάμβου διακόσμησιν.Text Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Trojan Women 1207-1208
Euripides
καὶ μὴν πρόχειρον αἵδε σοι σκυλευμάτωνΦρυγίων φέρουσι κόσμον ἐξάπτειν νεκρῷ.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 415Location: Athens -
Electra 1000-1003
Euripides
σκύλοισι μὲν γὰρ θεῶν κεκόσμηνται δόμοιΦρυγίοις, ἐγὼ δὲ τάσδε, Τρῳάδος χθονὸςἐξαίρετ᾽, ἀντὶ παιδὸς ἣν ἀπώλεσασμικρὸν γέρας, καλὸν δὲ κέκτημαι δόμοις.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 410-419Location: Athens -
Orations 22.13
Demosthenes
οἷον πολλὰ μὲν ἄν τις ἔχοι λέγειν καὶ παλαιὰ καὶ καινά: ἃ δ᾽ οὖν πᾶσι μάλιστ᾽ ἀκοῦσαι γνώριμα, τοῦτο μέν, εἰ βούλεσθε, οἱ τὰ προπύλαια καὶ τὸν παρθενῶν᾽ οἰκοδομήσαντες ἐκεῖνοι καὶ τἄλλ᾽ ἀπὸ τῶν βαρβάρων ἱερὰ κοσμήσαντες, ἐφ᾽ οἷς φιλοτιμούμεθα πάντες εἰκότως, ἴστε δήπου τοῦτ᾽ ἀκοῇ, ὅτι τὴν πόλιν ἐκλιπόντες καὶ κατακλεισθέντες εἰς Σαλαμῖνα, ἐκ τοῦ τριήρεις ἔχειν πάντα μὲν τὰ σφέτερ᾽ αὐτῶν καὶ τὴν πόλιν τῇ ναυμαχίᾳ νικήσαντες ἔσωσαν, πολλῶν δὲ καὶ μεγάλων ἀγαθῶν τοῖς ἄλλοις Ἕλλησι κατέστησαν αἴτιοι, ὧν οὐδ᾽ ὁ χρόνος τὴν μνήμην ἀφελέσθαι δύναται.Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 355-354Location: Athens -
Seven Against Thebes 473-479
Aeschylus
καὶ δὴ πέπεμπται, κόμπον ἐν χεροῖν ἔχων,Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν γένους,ὃς οὔ τι μάργων ἱππικῶν φρυαγμάτωνβρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται,ἀλλ᾿ ἢ θανὼν τροφεῖα πληρώσει χθονὶἢ καὶ δύ᾿ ἄνδρε καὶ πόλισμ᾿ ἐπ᾿ ἀσπίδοςἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 467Location: Athens -
Historiae Romanae 51.22.2
Cassius Dio
ἐνέστησε δὲ ἐς αὐτὸ τὸ ἄγαλμα τὸ τῆς Νίκης τὸ καὶ νῦν ὄν, δηλῶν, ὡς ἔοικεν, ὅτι παρ᾿ αὐτῆς τὴν ἀρχὴν ἐκτήσατο· ἦν δὲ δὴ τῶν Ταραντίνων, καὶ ἐκεῖθεν ἐς τὴν Ῥώμην κομισθὲν ἔν τε τῷ συνεδρίῳ ἱδρύθη καὶ Αἰγυπτίοις λαφύροις ἐκοσμήθη.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 51.17.8
Cassius Dio
τοῖς τε προδανείσασί τι πάντα ἀπηλλάγη, καὶ τοῖς συμμετασχοῦσι τοῦ πολέμου καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων πάμπολλα ἐδόθη, τό τε σύμπαν ἥ τε ἀρχὴ ἡ τῶν Ῥωμαίων ἐπλουτίσθη καὶ τὰ ἱερὰ αὐτῶν ἐκοσμήθη.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Timoleon 29.2-3
Plutarch
ἅμα δὲ τῇ φήμῃ τῆς νίκης ὁ Τιμολέων εἰς Κόρινθον ἔπεμψε τὰ κάλλιστα τῶν αἰχμαλώτων ὅπλων, βουλόμενος αὐτοῦ τὴν πατρίδα πᾶσιν ἀνθρώποις ζηλωτὴν εἶναι, θεωμένοις ἐν ἐκείνῃ μόνῃ τῶν Ἑλληνικῶν πόλεων τοὺς ἐπιφανεστάτους ναοὺς οὐχ Ἑλληνικοῖς κεκοσμημένους λαφύροις οὐδ᾽ ἀπὸ συγγενῶν φόνου καὶ ὁμοφύλων ἀναθημάτων μνήμας ἀτερπεῖς ἔχοντας, ἀλλὰ βαρβαρικὰ σκῦλα καλλίσταις ἐπιγραφαῖς δηλοῦντα μετὰ τῆς ἀνδρείας τῶν νενικηκότων τὴν δικαιοσύνην, ὅτι Κορίνθιοι καὶ Τιμολέων ὁ στρατηγός ἐλευθερώσαντες τοὺς Σικελίαν οἰκοῦντας Ἕλληνας ἀπὸ Καρχηδονίων χαριστήρια θεοῖς ἀνέθηκαν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Pompey 68.1
Plutarch
τῆς δὲ νυκτὸς ἔδοξε κατὰ τοὺς ὕπνους Πομπήϊος εἰς τὸ θέατρον εἰσιόντος αὐτόν κροτεῖν τὸν δῆμον, αὐτὸς δὲ κοσμεῖν ἱερὸν Ἀφροδίτης νικηφόρου πολλοῖς λαφύροις.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Pompey 45.1
Plutarch
τοῦ δὲ θριάμβου τῷ μεγέθει, καίπερ εἰς ἡμέρας δύο μερισθέντος, ὁ χρόνος οὐκ ἐξήρκεσεν, ἀλλὰ τῶν παρεσκευασμένων πολλὰ τῆς θέας ἐξέπεσεν, ἑτέρας ἀποχρῶντα πομπῆς ἀξίωμα καὶ κόσμος εἶναι, γράμμασι δὲ προηγουμένοις ἐδηλοῦτο τὰ γένη καθ᾽ ὧν ἐθριάμβευεν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
CIL 03, p 0774 (p 1054, 2328,57) = IGRRP-03, 00159 = IDRE-02, 00394 = AE 2007, +00036 = AE 2007, +00037
Unknown
[24] in templis omnium civitatium p[rovinciae] Asiae victor orna/menta reposui quae spoliatis tem[plis is] cum quo bellum gesseram / privatim possederat statuae [meae] pedestres et equestres et in / quadrigeis argenteae steterunt in urbe XXC circiter quas ipse / sustuli exque ea pecunia dona aurea in aede Apollinis meo nomi/ne et illorum qui mihi statuarum honorem habuerunt posuiText Category: InscriptionCentury Range: 1st century CEDate: 14Location: Galatia: Ancyra -
ILGR 00158 = AE 1928, 00015 = AE 1937, 00114 = AE 1977, 00778 = AE 1992, 01534 = AE 1999, 01448 = AE 2002, +01297
Unknown
Nep]tuno [et Ma]rt[i Imp(erator) Caesa]r div[i Iuli] f(ilius) vict[oriam ma]rit[imam consecutus bell]o quod pro [re pu]blic[a] ges[si]t in hac region[e c]astra [ex] quibu[s ad hostem in]seq[uendum egr]essu[s est spoli]is [ornat]a [dedicavit cons]ul [quintum i]mperat[or se]ptimum pace [1] parta terra [marique]Text Category: InscriptionCentury Range: 1st century CEDate: 24Location: Achaia: Nikopolis -
Oration 1.190
Aelius Aristides
καὶ τοῦτο μὲν βωμὸς ἐλευθερίου Διός, αὐτῷ τε τῷ θεῷ χαριστήριον καὶ τοῖς κατορθώσασιν μνημεῖον, ἐπ’ αὐτοῦ τοῦ τόπου τῶν ἔργων ἐστάθη, κοινὴν ἔχον παράκλησιν τοῖς Ἕλλησιν εἴς τε ὁμόνοιαν καὶ τὸ τῶν βαρβάρων καταφρονεῖν· τοῦτο δὲ τὸ κοινὸν τῶν Ἑλλήνων ἱερὸν τὸ ἐν Δελφοῖς ἐξεκοσμήθη σὺν καλοῖς καὶ πρέπουσι τοῖς ἐπιγράμμασιν, αἵ τε πόλεις οὐ τὸν ἐξ ἀρετῆς μόνον, ἀλλὰ καὶ τὸν ἐκ τῆς κατασκευῆς κόσμον προσέλαβον, καὶ ὁ τῶν βαρβάρων πλοῦτος εἰς τοὺς κρείττους ἐμερίσθηText Category: Literature: proseCentury Range: 2nd century CEDate: 155Location: Athens