Jewellery
Item set
- Title
-
Jewellery
Items
-
Periplus Section 112 line 54
Pseudo-Scylax
Οἱ Αἰθίοπες χρῶνται κόσμῳ * στίκτοις, καὶ ἐκπώμασι τοῦ ἐλέφαντος φιάλαις • καὶ αἱ γυναῖκες αὐτῶν χρῶνται κόσμῳ ψελίοις τοῦ ἐλέφαντος • χρῶνται δὲ καὶ πρὸς τοὺς ἵππους ἐλεφαντίνῳ κόσμῳ.Text Category: Literature: proseCentury Range: 4th century BCE -
Against Eratosthenes 12.19
Lysias
καὶ ἔχοντες μὲν ἑπτακοσίας ἀσπίδας τῶν ἡμετέρων, ἔχοντες δὲ ἀργύριον καὶ χρυσίον τοσοῦτον, χαλκὸν δὲ καὶ κόσμον καὶ ἔπιπλα καὶ ἱμάτια γυναικεῖα ὅσα οὐδεπώποτε ᾤοντο κτήσεσθαιText Category: Literature: proseCentury Range: 5th century BCE -
Fragment 77 line 7
Pherecydes of Athens
Ἔπειτα κατακοσμήσας, καὶ ἀλλοειδῆ ἑαυτὸν ποιήσας, ἔρχεται εἰς τὴν οἰκίαν, ἔχων κόσμον· καὶ πείθει τὴν Πρόκριν δέξασθαι τοῦτο, καὶ συμμιγῆναι αὐτῷ. Ἡ δὲ Πρόκρις ἐποφθαλμίσασα τῷ κόσμῳ, καὶ τὸν Κέφαλον ὁρῶσα κάρτα καλὸν, συγκοιμᾶται αὐτῷ.Text Category: Literature: proseCentury Range: 5th century BCE -
Prizes, Fragment 5 line 2
Achaeus of Eretria
ἰσάργυρόν τ᾽ εἰς χεῖρα Κυπρίου λίθουδώσουσι κόσμον χριμάτων τ᾽ Αἰγυπτίων ...Text Category: Literature: poetryCentury Range: 5th century BCE -
Fragment 13 line 11-14
Ion of Chios
ἐπεὶ γὰρ ἐκ Σηστοῦ καὶ Βυζαντίου πολλοὺς τῶν βαρβάρων αἰχμαλώτους λαβόντες οἱ σύμμαχοι τῷ Κίμωνι διανεῖμαι προσέταξαν, ὁ δὲ χωρὶς μὲν αὐτούς, χωρὶς δὲ τὸν περὶ τοῖς σώμασι κόσμον αὐτῶν ἔθηκεν, ᾐτιῶντο τὴν διανομὴν ὡς ἄνισον. ὁ δὲ τῶν μερίδων ἐκέλευσεν αὐτοὺς ἑλέσθαι τὴν ἑτέραν, ἣν δ᾽ ἂν ἐκεῖνοι καταλίπωσιν, ἀγαπήσειν Ἀθηναίους. Ἡροφύτου δὲ τοῦ Σαμίου συμβουλεύσαντος αἱρεῖσθαι τὰ Περσῶν μᾶλλον ἢ Πέρσας, τὸν μὲν κόσμον αὐτοὶ ἔλαβον, Ἀθηναίοις δὲ τοὺς αἰχμαλώτους ἀπέλιπον.Text Category: Literature: proseCentury Range: 5th century BCE -
Omphale, Fragment 24 line 2
Ion of Chios
βακκάρις δὲ καὶ μύρακαὶ Σαρδιανὸν κόσμον εἰδέναι χροὸςἄμεινον ἢ τὸν Πέλοπος ἐν νήσῳ τρόπον.Text Category: Literature: poetryCentury Range: 5th century BCE -
Ode 17, Dithyramb 3, line 62
Bacchylides
εἰδὲ καὶ σὲ Τροιζηνία σεισίχθονιφύτευσεν Αἴθρα Ποσει-δᾶνι, τόνδε χρύσεονχειρὸς ἀγλαὸνἔνεγκε κόσμον ἐκ βαθείας ἁλός,δικὼν θράσει σῶμα πατρὸς ἐς δόμους.εἴσεαι δ᾽ αἴ κ᾽ ἐμᾶς κλύῃΚρόνιος εὐχᾶςἀναξιβρόντας ὁ πάντων μεδέων.Text Category: Literature: poetryCentury Range: 5th century BCE -
Ad Nicoclem 2.32
Isocrates
τρύφα μὲν ἐν ταῖς ἐσθῆσι καὶ τοῖς περὶ τὸ σῶμα κόσμοις, καρτέρει δὲ ὡς χρὴ τοὺς βασιλεύοντας ἐν τοῖς ἄλλοις ἐπιτηδεύμασιν, ἵν᾽ οἱ μὲν ὁρῶντες διὰ τὴν ὄψιν ἄξιόν σε τῆς ἀρχῆς εἶναι νομίζωσιν, οἱ δὲ συνόντες διὰ τὴν τῆς ψυχῆς ῥώμην τὴν αὐτὴν ἐκείνοις γνώμην ἔχωσιν.Text Category: Literature: proseCentury Range: 4th century BCE -
Schol. Hom. Od. XIV 533.
Acusilaus
Ἐρεχθεὺς ὁ τῶν Ἀθηναίων βασιλεὺς ἴσχει θυγατέρα τοὔνομα Ὠρείθυιαν κάλλειδιαπρεπεστάτην. Kοσμήσας δὲ ταύτην ποτὲ πέμπει κανηφόρον θύσουσαν εἰς τὴν ἀκρόπολιντῇ πολιάδι Ἀθηνᾷ.Text Category: Literature: proseCentury Range: 5th century BCE -
Fragment 45q line 15
Ctesias
ἐκ δὴ τῶνδε τῶν ποικίλων κεράτων πίνειν Ἰνδοὺς ἀκούω, καὶ ταῦτα οὐ πάντας, ἀλλὰ τοὺς τῶν Ἰνδῶν κρατίστους, ἐκ διαστημάτων αὐτοῖς χρυσὸν περιχέαντας, οἱονεὶ ψελίοις τισὶ κοσμήσαντας βραχίονα ὡραῖον ἀγάλματοςText Category: Literature: proseCentury Range: 5th century BCE -
De Cirone 8.22
Isaeus
δεομένης δὲ τῆς τοῦ πάππου γυναικὸς ἐκ τῆς οἰκίας αὐτὸν ἐκείνης θάπτειν καὶ λεγούσης ὅτι βούλοιτ᾽ ἂν αὐτὴ τὸ σῶμα τὸ ἐκείνου συμμεταχειρίζεσθαι μεθ᾽ ἡμῶν καὶ κοσμῆσαι, καὶ ταῦτα ἱκετευούσης καὶ κλαιούσης, ἐπείσθην,Text Category: Literature: proseCentury Range: 5th century BCE -
Dialexeis/ Dissoi logoi, On Seemly and Unseemly, 2.24 (Fragment 2 line 58)
Unknown
αἰ γὰρ τὰν γυναῖκα καλόν ἐστι κοσμεῖσθαι, τὰν γυναῖκα αἰσχρὸν κοσμεῖσθαι, αἴπερ τωὐτὸν αἰσχρὸν καὶ καλόν· καὶ τἆλλα κατὰ τωὐτόν.Text Category: Literature: proseCentury Range: 5th century BCE -
Dialexeis/ Dissoi logoi, On Seemly and Unseemly, 2.6 (Fragment 2 line 10)
Unknown
καὶ κοσμεῖσθαι καὶ ψιμυθίῳ χρίεσθαι καὶ χρυσία περιάπτεσθαι, τῷ μὲν ἀνδρὶ αἰσχρόν, τᾷ δὲ γυναικὶ καλόν.Text Category: Literature: proseCentury Range: 5th century BCE -
Dialexeis/ Dissoi logoi, On Seemly and Unseemly, 2.15 (Fragment 2 line 31)
Unknown
τοὶ δὲ Πέρσαι κοσμεῖσθαι τε ὥσπερ τὰς γυναῖκας καὶ τὼς ἄνδρας καλὸν νομίζοντι καὶ τᾷ θυγατρὶ καὶ τᾷ ματρὶ καὶ τᾷ ἀδελφᾷ συνίμεν· τοὶ δὲ Ἕλλανες καὶ αἰσχρὰ καὶ παράνομα.Text Category: Literature: proseCentury Range: 5th century BCE -
Fragment 26 line 30
Ctesias
κληθεὶς γὰρ ἐπὶ δεῖπνον ἔνθα καὶ βασιλέως καὶ τῆς μητρὸς εὐνοῦχοι παρῆσαν, ἧκεν ἐσθῆτι καὶ χρυσῷ κεκοσμημένος οἷς ἔλαβε παρὰ βασιλέως, ἐπεὶ δὲ εἰς τὸ πίνειν ἀφίκοντο, λέγει πρὸς αὐτὸν ὁ μέγιστον δυνάμενος τῶν Παρυσάτιδος εὐνούχων ‘ὡς καλὴν μὲν ἐσθῆτά σοι ταύτην, ὦ Μιθριδάτα, ὁ βασιλεὺς δέδωκε, καλὰ δὲ στρεπτὰ καὶ ψέλια: πολλοῦ δὲ ἄξιος ὁ ἀκινάκης. ἦ μακάριόν σε καὶ περίβλεπτον ἅπασι πεποίηκεν.’Text Category: Literature: proseCentury Range: 5th century BCE -
Phil., Fragment P. 143 line 11
Perictione
σκῆνος δὲ ἄγειν χρὴ πρὸς μέτρα φύσιος τροφῆς τε πέρι καὶ ἱματίων καὶ λουτρῶν καὶ ἀλειψίων καὶ τριχῶν θέσιος καὶ τῶν ὁκόσα ἐς κόσμον ἐστὶ χρυσοῦ καὶ λίθων. ὁκόσαι γὰρ πολυτελέα πάντα ἐσθίουσι καὶ πίνουσι καὶ ἀμπέχονται καὶ φορέουσι τὰ φορέουσι γυναῖκες, ἐς ἁμαρτίην ἕτοιμαι κακίης συμπάσης ἔς τε λέχεα καὶ ἐς τὰ ἄλλα ἀδικοπρηγέες. λιμὸν ὦν καὶ δίψαν ἐξακέεσθαι δεῖ μοῦνον, κἢν ἐκ τῶν εὐτελέων ἔῃ, καὶ ῥῖγος, κἢν νάκος κἢν σισύρη.Text Category: Literature: proseCentury Range: 4th century BCE -
History Fragment 150b line 2
Timaeus
Τὸν δὲ νεὼν τῆς Ἀρτέμιδος πρῶτος μὲν Χερσίφρων ἠρχιτεκτόνησεν, εἶτ΄ ἄλλος ἐποίησε μείζω• ὡς δὲ τοῦτον Ἡρόστρατός τις ἐνέπρησεν, ἄλλον ἀμείνω κατεσκεύασαν συνενέγκαντες τὸν τῶν γυναικῶν κόσμον καὶ τὰς ἰδίας οὐσίας, διαθέμενοι δὲ καὶ τοὺς προτέρους κίοναςText Category: Literature: proseCentury Range: 4th century BCE -
Indica, Fragment 23 line 86
Megasthenes
Καὶ ὅστις μὲν ἐκεῖνον κατ ̓ ἐπιτυχίην συλλάβοι, τοῦτον δὲ εὐπετέως περιβάλλειν καὶ τὸ ἄλλο σμῆνος τῶν μαργαριτέων· εἰ δὲ διαφύγοι σφᾶς ὁ βασιλεὺς, τούτῳ δὲ οὐκέτι θηρατοὺς εἶναι τοὺς ἄλλους· τοὺς ἁλόντας δὲ περιορᾶν κατασαπῆναί σφισι τὴν σάρκα, τῷ δὲ ὀστέῳ ἐς κόσμον χρῆσθαι.Text Category: Literature: proseCentury Range: 4th century BCE -
Fragment 24 line 6
Clearchus
ὁ γὰρ ἐκ τοῦ στεφάνου κόσμος οὐδὲν ἔχων μόνιμον σημεῖόν ἐστι πάθους ἀβεβαίου μὲν κεκαλλωπισμένου δέText Category: Literature: proseCentury Range: 4th century BCE -
ChLA 25 783, PSI VI 730, CPL 207
Unknown
M(arcus) Antonius Ṃạrcelluṣ [ -ca.?- ](*) -niam Thaisariọṇ filiam s[uam (?)-ca.?- ]ordinibus · laṭạ est · libero[rum (?)-ca.?- ]spoponditque · M(arco) · Flauio · Sil[uano](*)[ -ca.?- ]5s·s(*)(cript ) in ornamentis aureis po[n(do) -ca.?- ]catellam tet(artarum) · X s(emis) ·, inaures [ -ca.?- ]anulum · tet(artarum) · II, · cottatia·[ -ca.?- ]pon(do) · unciae tres [ -ca.?- ]paenulam coccinam [ -ca.?- ]10rerum · trium pal[ -ca.?- ]C̣CXX, item in aera[mentis -ca.?- ](*)mnaẹ — III, — et sart[aginem -ca.?- ]XXII, · labellum · po[n(do) -ca.?- ]XXX, scaphiu(*) pon(do)(*) [ -ca.?-Text Category: PapyrusCentury Range: 1st century CE -
SPP 20 15
Unknown
ὁμο[λο]γεῖ Ἰσίδωρος Σώτου ἀπὸ τῆς4 [μητροπόλεως] [ἀναγρ(αφόμενος)] [ἐπʼ] [ἀμ]φ[ό]δου Μ[οή]ρεως ὡς [ἐτῶν] εἴκοσι̣ δύο ἄσημος Πασί[ωνι] [τῷ] καὶ Ἰσιδώρῳ Μάρωνος5 [---] [ὡς] [ἐτῶν] [---] [κον]τα δύο [ἀσή]μῳ ἔχειν τὸν Ἰσίδωρον παρὰ τοῦ Π[ασίωνος] τοῦ καὶ Ἰσιδώρου6 [ἐπὶ] [τῇ] [ἐπιτροπευομένῃ] [αὐτοῦ] [Θαϊσ]αρίῳ [Ἡρ]ακλείδου παρ[θ]ένῳ οὔσῃ συνερχομ[ένῃ] [αὐ]τῷ πρὸς γάμον φερ-7 [νὴν] [χρυσ]οῦ μνα[ιαῖα] [τρία] [ἐν] κ̣οσμαρ[ίοις] καὶ ἱμάτια ἐ̣[ν] συντειμήσι* δραχμῶν τ[ριακ]οσίων ἅ ἐστιν σου-8 [δάριον] ῥοδιακὸν, κ[ιθὼν] [κόκ]κ̣ινος ἡμιτριβής, ἕτερος σμαράγδινος, σου[βρ]ικ[οπάλ]λιον μόρινον ἡμι-9 [τριβές] [,] [ἀβόλλ]ης λευκὸς καὶ ἐ[ν] [τοῖς] [παραφ]έρνοις κιτὼν κροκώ[τι]νος, παλλίολον γλορ̣ὸ̣ν̣*, ἐ̣π̣ικάρσιον καὶ χαλκᾶ10 [Ἀφρο]δείτην, ἔσοπτρον δίπτυχ̣ον, δίφρον, στάμνον, [σ]κάφιον καὶ ξύλινα [---] [θή]κην τῆς Ἀφροδεί-11 [της] [.]ην, σκρήνιον* κάθεδραν σὺν ὑποποδίῳ.... [οἱ] [γαμοῦντες] [ἀπ]οδότω ὁ Ἰσίδωρος τὴν προκειμένην φερνὴν [τ]ὸ μὲν χρυσίον ἐν τοῖς α̣[ὐ]τ̣οῖς κοσμαρίοι̣ς̣ καὶ ἴσῃ ὁλ-18 [κῇ] [καὶ] [τὰ] [ἱμ]άτ[ι]α ἐν τῇ ἴσῃ συντειμήσει* ἐγλογῆ̣ς̣ αὐτῇ οὔσης ἤ̣τοι τὰ ἱμάτια λαμβάνειν... [Ἰσίδωρος] [Σώτο]υ ἔχω παρὰ τοῦ Πασίωνος τοῦ κα[ὶ] Ἰσιδώρου ἐπὶ τῇ ἐπιτροπευομέ̣ν̣ῃ̣ [αὐτοῦ]25 [Θαισαρίῳ] [π]αρθένῳ οὔσῃ συνερχομενης* μοι πρὸς γάμον φερνὴν διὰ χει[ρὸς] χρυ[σοῦ]26 [δοκιμίου] [μ]ναιαῖα τ[ρ]ία ἐν κοσμαρίοις καὶ ἱμάτι[α] ἐν συντε̣ιμήσε̣ι̣* δραχμῶ[ν] [τριακοσί]ω̣ν̣27 [καὶ] [τὰ] [προκείμε]ν̣α παράφερναText Category: Papyrus: marriage contractCentury Range: 2nd century CEDate: 189Location: Ptolemais Euergetis -
Orations 31.12
Aelius Aristides
ἐσθῆτας δὲ αὖ Βαβυλωνίους καὶ τοὺς ἐκ τῆς ἐπέκεινα βαρβάρου κόσμους πολὺ πλείους τε καὶ ῥᾷον εἰσαφικνουμένους ἢ εἰ ἐκ Νάξου ἢ Κύθνου Ἀθήναζε ἔδει κατᾶραι τῶν ἐκεῖ τι φέροντας. γεωργίαι δὲ ὑμῶν Αἴγυπτος, Σικελία, Λιβύης ὅσον ἥμερον.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 161Location: Cyzicus -
Orations 28.136
Aelius Aristides
φασὶ γὰρ ὡς ἡ μὲν καθῆστο κεκοσμημένη, ὁ δὲ Μῶμος διερρήγνυτο, οὐκ ἔχων ὅ τι αἰτιάσεται:Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 145-147Location: Pergamon -
Speeches 4.25 (In Defence of Euxenippus)
Hyperides
ὡς οἷόν τε κάλλιστον καὶ τἆλλα πάντα τὰ ἀκόλουθα, καὶ κόσμον πολὺν καὶ πολυτελῆ τῇ θεῷ παρασκευάσαντες, καὶ θεωρίαν καὶ θυσίαν πολλῶν χρημάτων ἀποστείλαντες, ἐπεκοσμήσατε τὸ ἕδος τῆς Διώνης ἀξίως καὶ ὑμῶν αὐτῶν καὶ τῆς θεοῦ. ὑπὲρ τούτων ὑμῖν τὰ ἐγκλήματα ἦλθε παρ’ Ὀλυμπιάδος ἐν ταῖς ἐπιστολαῖς, ὡς ἡ χώρα εἴη ἡ Μολοττία [Note] αὑτῆς, ἐν ᾗ τὸ ἱερόν ἐστιν· οὔκουν προσήκειν ἡμᾶς τῶν ἐκεῖ οὐδὲ ἓν κινεῖν. ἐὰν μὲν τοίνυν τὰ περὶ τὴν φιάλην γεγονότα ἐν ἀδικήματι ψηφίσησθε εἶναι, τρόπον τινὰ καὶ ἡμῶν αὐτῶν καταγιγνώσκομεν ὡς τὰ ἐκεῖ οὐκ ὀρθῶς ἐπράξαμεν· ἐὰν δ’ ἐπὶ τοῦ γεγενημένου ἐῶμεν, τὰς τραγῳδίας αὐτῆς καὶ τὰς κατηγορίας ἀφῃρηκότες ἐσόμεθα. οὐ γὰρ δήπου Ὀλυμπιάδι μὲν τὰ Ἀθήνησιν ἱερὰ ἐπικοσμεῖν ἔξεστιν, ἡμῖν δὲ τὰ ἐν Δωδώνῃ οὐκ ἐξέσται, καὶ ταῦτα τοῦ θεοῦ προστάξαντος.Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 330Location: Athens -
Speeches 1.69
Dinarchus
γράψεις σύ, Δημόσθενες, πολεμεῖν ἡμᾶς, ἐπειδὴ καὶ τοὺς πρότερον πολέμους καλῶς διῴκησας; καὶ πότερόν ἐστι δικαιότερον, ἂν ταῦτα δόξῃ καὶ τοῖς ἄλλοις Ἀθηναίοις, εἰς τὸν πόλεμον ὑπάρχειν μετὰ τῶν ἄλλων καὶ τὸ παρὰ σοῦ χρυσίον, ἢ τοὺς μὲν ἄλλους ἀπὸ τῶν ἰδίων κτημάτων ἕκαστον εἰσφέρειν, καὶ καταχωνεύειν τὸν ἴδιον κόσμον τῶν γυναικῶν, καὶ τὰ ἐκπώματα, καὶ πάντα τὰ ἐν τῇ χώρᾳ ἀναθήματα τῶν θεῶν, ὥσπερ ἔφησθα σὺ γράψειν, αὐτὸς εἰσενεγκὼν πεντήκοντα δραχμὰς ἀπὸ τῆς οἰκίας τῆς ἐν Πειραιεῖ, καὶ τῆς ἐν ἄστει;Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 324Location: Athens