Jewellery
Item set
- Title
-
Jewellery
Items
-
De cupiditate divitiarum 9
Plutarch
τί λέγεις, ἀβέλτερ᾽, ὃς τῆς γυναικὸς ὀφείλων παρελεῖν τὴν πορφύραν καὶ τὸν κόσμον, ἵνα παύσηται τρυφῶσα καὶ ξενομανοῦσα, τὴν οἰκίαν πάλιν καλλωπίζεις ὡς θέατρον ἢ θυμέλην τοῖς εἰσιοῦσι;Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De Iside et Osiride 39
Plutarch
εἶτα γῆν κάρπιμον φυρῶσι τῷ ὕδατι, καὶ συμμίξαντες ἀρώματα καὶ θυμιάματα τῶν πολυτελῶν ἀναπλάττουσι μηνοειδὲς ἀγαλμάτιον καὶ τοῦτο στολίζουσι καὶ κοσμοῦσιν, ἐμφαίνοντες ὅτι γῆς οὐσίαν καὶ ὕδατος τοὺς θεοὺς τούτους νομίζουσι.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De fortuna romanorum 10
Plutarch
οἱ δ᾽ οὔ φασιν, ἀλλὰ παρθένον τὴν Ὀκρησίαν ἀπάργματα καὶ λοιβὴν ἑκάστοτε λαμβάνουσαν ἀπὸ τῆς βασιλικῆς τραπέζης ἐπὶ τὴν ἑστίαν κομίζειν καί ποτε τυχεῖν μὲν αὐτήν, ὥσπερ εἰώθει, τῷ πυρὶ τὰς ἀπαρχὰς ἐπιβάλλουσαν, αἰφνίδιον δὲ τῆς φλογὸς μαρανθείσης μόριον ἀνδρὸς ἀνατεῖναι γόνιμον ἐκ τῆς ἑστίας, καὶ τοῦτο τὴν κόρην τῇ Τανακυλλίδι φράσαι μόνῃ περίφοβον γενομένην. τὴν δὲ συνετὴν οὖσαν καὶ φρενήρη κοσμῆσαί τε τὴν κόρην ὅσα νύμφαις πρέπει καὶ συγκαθεῖρξαι τῷ φάσματι, θεῖον ἡγουμένην.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Parallela minora 30
Plutarch
Σαρδιανοὶ πρὸς Σμυρναίους πόλεμον ἔχοντες περὶ τὰ τείχη ἐστρατοπεδεύσαντο, καὶ διὰ πρέσβεων ἔπεμψαν μὴ πρότερον ἀναχωρῆσαι, ἐὰν μὴ τὰς γυναῖκας συνελθεῖν αὐτοῖς συγχωρήσωσι. τῶν δὲ Σμυρναίων διὰ τὴν ἀνάγκην μελλόντων πάσχειν κακῶς, θεραπαινὶς ἦν μία τῶν εὐσχημόνων, ἣ προσδραμοῦσα ἔφη τῷ δεσπότῃ Φιλάρχῳ δεῖ τὰς θεραπαίνας κοσμήσαντας ἀντ᾽ ἐλευθέρων πέμπειν ὃ δὴ καὶ ἔδρασαν. οἱ δὲ κοπωθέντες ὑπὸ τῶν θεραπαινῶν ἑάλωσαν. ὅθεν καὶ νῦν παρὰ Σμυρναίοις ἑορτὴ λέγεται Ἐλευθέρια, ἐν αἱ δοῦλαι τὸν κόσμον τῶν ἐλευθέρων φοροῦσινText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Parallela minora 15
Plutarch
Βρέννος Γαλατῶν βασιλεὺς λεηλατῶν τὴν Ἀσίαν ἐπὶ Ἔφεσον ἦλθε, καὶ ἠράσθη παρθένου Δημονίκης: ἡ δὲ συνελθεῖν ὑπέσχετο, ἐὰν τὰ ψέλλια καὶ τὸν κόσμον τῶν γυναικῶν δῷ αὐτῇ, καὶ τὴν Ἔφεσον προδοῦναι… Ταρπηΐα τῶν εὐσχημόνων παρθένων τοῦ Καπιτωλίου φύλαξ, Ῥωμαίων πρὸς Σαβίνους πολεμούντων, ὑπέσχετο τῷ Τατίῳ δώσειν εἴσοδον εἰς τὸ Ταρπήιον ὄρος, ἐὰν μισθὸν λάβῃ τοὺς ὅρμους, οὓς ἐφόρουν κόσμου χάρινText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Quaestiones romanae 101
Plutarch
‘διὰ τί κοσμοῦσι τοὺς παῖδας τοῖς περιδεραίοις, ἃ βούλλας καλοῦσι;’Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Quaestiones romanae 86
Plutarch
ἢ ὅτι τῷ μηνὶ τούτῳ τὸν μέγιστον ποιοῦνται τῶν καθαρμῶν, νῦν μὲν εἴδωλα ῥιπτοῦντες ἀπὸ τῆς γεφύρας εἰς τὸν ποταμὸν πάλαι δ᾽ ἀνθρώπους; διὸ καὶ τὴν Φλαμινίκαν, ἱερὰν τῆς Ἥρας εἶναι δοκοῦσαν, νενόμισται σκυθρωπάζειν, μήτε λουομένην τηνικαῦτα μήτε κοσμουμένην.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Mulierum virtutes 24
Plutarch
ἐμοὶ περὶ σῶμα κόσμος ἦν καὶ ἄργυρος ἐν ἐκπώμασιν, ἦν τι καὶ χρυσοῦ καὶ νομίσματος.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Mulierum virtutes 23
Plutarch
λέγεται μὲν οὖν τι καὶ πρὸς τὴν ὄψιν αὐτῆς παθεῖν ὁ Μιθριδάτης, νέας παντάπασι καὶ ἀκάκου τῆς παιδίσκης φανείσης: ἔτι δὲ μᾶλλον ὡς ἔοικε τὴν αἰτίαν γνοὺς ἐρωτικὴν οὖσαν ἐπεκλάσθη καὶ συνεχώρησεν ἀνελέσθαι καὶ θάψαι τὸν νεκρὸν ἐσθῆτα καὶ κόσμον ἐκ τῶν ἐκείνου λαβοῦσαν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Mulierum virtutes 20
Plutarch
ὧν ὁ Σινάτος γυναῖκα παρθένον ἔσχε Κάμμαν ὄνομα, περίβλεπτον μὲν ἰδέᾳ σώματος καὶ ὥρᾳ, θαυμαζομένην δὲ μᾶλλον δι᾽ ἀρετήν: οὐ γὰρ μόνον σώφρων καὶ φίλανδρος, ἀλλὰ καὶ συνετὴ καὶ μεγαλόφρων καὶ ποθεινὴ τοῖς ὑπηκόοις ἦν διαφερόντως ὑπ᾽ εὐμενείας καὶ χρηστότητος: ἐπιφανεστέραν δ᾽ αὐτὴν ἐποίει καὶ τὸ τῆς Ἀρτέμιδος ἱέρειαν εἶναι, ἣν μάλιστα Γαλάται σέβουσι, περί τε πομπὰς ἀεὶ καὶ θυσίας κεκοσμημένην ὁρᾶσθαι μεγαλοπρεπῶς;Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Apopthegmata Laconica 2
Plutarch
χρημάτων δὲ δεομένης τῆς Σπάρτης πρὸς πόλεμον καὶ ξενοτροφούσης, ἐπορεύθη ὁ Ἀγησίλαος εἰς Αἴγυπτον μεταπεμφθεὶς ὑπὸ τοῦ βασιλέως Αἰγυπτίων ἐπὶ μισθῷ διὰ δὲ τὸ λιτὸν τῆς ἐσθῆτος εἰς καταφρόνησιν ἦλθε τοῖς ἐγχωρίοις: προσεδόκων γὰρ τὸν Σπάρτης βασιλέα καθάπερ τὸν Περσῶν κεκοσμημένον ὄψεσθαι διαπρεπῶς τὸ σῶμα, φαύλην ἔχοντες περὶ βασιλέων δόξαν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Septem sapientium convivium 20
Plutarch
χρησμοῦ γὰρ γενομένου τοῖς οἰκίζουσι Λέσβον, ὅταν ἕρματι πλέοντες προστύχωσιν ὃ καλεῖται Μεσόγειον, τότ᾽ ἐνταῦθα Ποσειδῶνι μὲν ταῦρον Ἀμφιτρίτῃ δὲ καὶ Νηρηίσι ζῶσαν καθεῖναι παρθένον: ὄντων οὖν ἀρχηγετῶν ἑπτὰ καὶ βασιλέων, ὀγδόου δὲ τοῦ Ἐχελάου πυθοχρήστου τῆς ἀποικίας ἡγεμόνος, οὗτος μὲν ἠίθεος ἦν ἔτι, τῶν δ᾽ ἑπτὰ κληρουμένων, ὅσοις ἄγαμοι παῖδες ἦσαν, καταλαμβάνει θυγατέρα Σμινθέως ὁ κλῆρος;. ἣν ἐσθῆτι καὶ χρυσῷ κοσμήσαντες ὡς ἐγένοντο κατὰ τὸν τόπον, ἔμελλον εὐξάμενοι καθήσειν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Septem sapientium convivium 4
Plutarch
οἷς καθ᾽ ἡμέραν χρώμενος ἐπιεικῶς ὁ Περίανδρος ἐν τυραννίδι καὶ πλούτῳ καὶ πράγμασι, τότε πρὸς τοὺς ἄνδρας ἐκαλλωπίζετο λιτότητι καὶ σωφροσύνῃ δαπάνης. οὐ γὰρ μόνον τῶν ἄλλων ἀλλὰ καὶ τῆς γυναικὸς ἀφελὼν καὶ ἀποκρύψας τὸν συνήθη κόσμον ἐπεδείκνυε σὺν εὐτελείᾳ καὶ μετριότητι κεκοσμημένην.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Conjugalia Praecepta 1
Plutarch
ταῖς Λυσάνδρου θυγατράσιν ὁ τύραννος ὁ Σικελικὸς ἱμάτια καὶ πλόκια τῶν πολυτελῶν ἔπεμψεν ὁ δὲ Λύσανδρος οὐκ ἔλαβεν εἰπών ‘ ταῦτα τὰ κόσμια καταισχυνεῖ μου μᾶλλον ἢ κοσμήσει τὰς θυγατέρας.’Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Pyrrhus 34.5
Plutarch
τὴν μὲν οὖν κεφαλὴν καὶ τὸ σῶμα τοῦ Πύρρου κοσμήσας ἔκαυσενText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Alexander 67.5
Plutarch
λέγεται δὲ μεθύοντα αὐτὸν θεωρεῖν ἀγῶνας χορῶν, τὸν δὲ ἐρώμενον Βαγώαν χορεύοντα νικῆσαι καὶ κεκοσμημένον διὰ τοῦ θεάτρου παρελθόντα καθίσαι παρ᾽ αὐτόν: ἰδόντας δὲ τοὺς Μακεδόνας κροτεῖν καὶ βοᾶν φιλῆσαι κελεύοντας, ἄχρι οὗ περιβαλὼν κατεφίλησεν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Alexander 30.3
Plutarch
οὔτε γάρ ζώσῃ τῇ δεσποίνῃ Στατείρᾳ καὶ μητρὶ σῇ καὶ τέκνοις ἐνέδει τῶν πρόσθεν ἀγαθῶν καὶ καλῶν ἢ τὸ σὸν ὁρᾶν φῶς, ὃ πάλιν ἀναλάμψει λαμπρὸν ὁ κύριος Ὠρομάσδης, οὔτε ἀποθανοῦσα κόσμου τινὸς ἄμοιρος γέγονεν, ἀλλὰ καὶ πολεμίων τετίμηται δάκρυσιν. οὕτω γάρ ἐστι χρηστὸς κρατήσας Ἀλέξανδρος, ὡς δεινὸς μαχόμενος.’Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Alexander 21.2
Plutarch
θάψαι γὰρ ὅσους ἐβούλοντο Περσῶν ἔδωκεν, ἐσθῆτι καὶ κόσμῳ χρησαμέναις ἐκ τῶν λαφύρων, θεραπείας τε καὶ τιμῆς ἦν εἶχον οὐδ᾽ ὁτιοῦν ἀφεῖλε, συντάξεις δὲ καὶ μείζονας ἐκαρποῦντο τῶν προτέρων,Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Pompey 68.1
Plutarch
τῆς δὲ νυκτὸς ἔδοξε κατὰ τοὺς ὕπνους Πομπήϊος εἰς τὸ θέατρον εἰσιόντος αὐτόν κροτεῖν τὸν δῆμον, αὐτὸς δὲ κοσμεῖν ἱερὸν Ἀφροδίτης νικηφόρου πολλοῖς λαφύροις.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Pompey 45.1
Plutarch
τοῦ δὲ θριάμβου τῷ μεγέθει, καίπερ εἰς ἡμέρας δύο μερισθέντος, ὁ χρόνος οὐκ ἐξήρκεσεν, ἀλλὰ τῶν παρεσκευασμένων πολλὰ τῆς θέας ἐξέπεσεν, ἑτέρας ἀποχρῶντα πομπῆς ἀξίωμα καὶ κόσμος εἶναι, γράμμασι δὲ προηγουμένοις ἐδηλοῦτο τὰ γένη καθ᾽ ὧν ἐθριάμβευεν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Phocion 19.3
Plutarch
αὐτὴ δὲ ἡ γυνή, ξένης τινὸς Ἰωνικῆς ἐπιδειξαμένης χρυσοῦν καί λιθοκόλλητον κόσμον ἐν πλοκίοις καί περιδεραίοις, ‘ἐμοὶ δέ,’ ἔφη, ‘κόσμος ἐστὶ Φωκίων εἰκοστὸν ἔτος ἤδη στρατηγῶν Ἀθηναίων.’Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Phocion 19.2
Plutarch
καί ποτε θεωμένων καινοὺς τραγῳδοὺς Ἀθηναίων, ὁ μὲν τραγῳδὸς εἰσιέναι μέλλων βασιλίδος πρόσωπον ᾔτει κεκοσμημένας πολλὰς ὀπαδοὺς πολυτελῶς τὸν χορηγόν καί μὴ παρέχοντος ἠγανάκτει καί κατεῖχε τὸ θέατρον οὐ βουλόμενος προελθεῖν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Otho 6.3-4
Plutarch
ἦσαν δὲ καὶ τὰ ἄλλα τῶν Οὐϊτελλίου στρατηγῶν οἱ Ὄθωνος ἐντυχεῖν ἀλυπότεροι καὶ πόλεσι καὶ ἰδιώταις ἐκείνων δὲ Κεκίνας μὲν οὔτε φωνὴν οὔτε σχῆμα δημοτικός, ἀλλ᾽ ἐπαχθὴς καὶ ἀλλόκοτος, σώματος μεγάλου, Γαλατικῶς ἀναξυρίσι καὶ χειρῖσιν ἐνεσκευασμένος, σημείοις καὶ ἄρχουσι Ῥωμαϊκοῖς διαλεγόμενος, [4] καὶ τὴν γυναῖκα παρέπεμπον αὐτῷ λογάδην ἱππεῖς ὀχουμένην ἵππῳ κεκοσμημένην ἐπιφανῶς.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
CIL 08, 00620 (p 2372) = CIL 08, 11796 = ILPBardo 00098 = D 04908 = AE 1889, 00184 = AE 1890, 00096
Unknown
Dianae Augu[s]tae / Sex(tus) Iulius [Sex(ti) f(ilius) Possess]or proc(urator) Aug(usti) simula[crum Dianae Augustae hac lege do dedico] / uti extra e[am legem nu]mquam me sentio ded[icare uti ne ex] eo t[emplo ubi nunc est] / exportetur neve ex eo loco in quo nunc est in ali[um] transferatur de[po]na/tur aliave qua ratione amoveatur neve ab alio [quo nisi ab eis o]mnibus / [q]uibus ornandum tergendumve erit contingatu[r contrectetur ni]si ab eo sa/[cerdot]e qui sacerdotum Apollinis primus erit sequ[endove veniam neg]otii [petii]t / [si quid laesum de]labsumve erit uti ad pristinam for[mam reducatur restituatur] // redin]tegretur [3] / [3]IM[1] ex inventum co[3] / [3]lesirim dea [3]vin [3] / [3]PIACSA[3]IO[Text Category: Inscription: altarLocation: Africa Proconsularis: Mactaris -
InscrIt-13-02, 00043
Unknown
… consilio Philoti/dis ancillae famulae dominarum vestibus adornatae datae illis fuissent...Text Category: InscriptionCentury Range: 5th century CEDate: 449Location: Latium: Ostia