Embroidery

Item set

Items

Advanced search
  • Deipnosophistae 12.20

    Athenaeus
    Συβαρῖται,’ φησίν, ‘ ἐξοκείλαντες εἰς τρυφὴν ἔγραψαν νόμον τὰς γυναῖκας εἰς τὰς ἑορτὰς καλεῖν καὶ τοὺς εἰς τὰς θυσίας καλοῦντας πρὸ ἐνιαυτοῦ τὴν κλῆσιν ποιεῖσθαι, ἵνα ἀξίως ποιούμεναι τοῦ χρόνου τὴν παρασκευὴν τῶν τε ἱματίων καὶ τοῦ λοιποῦ κόσμου προάγωσιν οὕτως εἰς τὰς κλήσεις

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Deipnosophistae 11.48

    Athenaeus
    Πολέμων δ᾽ ἐν τοῖς πρὸς Ἀντίγονον περὶ Ζωγράφων φησὶν ‘Ἀθήνησιν ἐν τῷ τοῦ Πειρίθου γάμῳ πεποίηκεν Ἱππεύς τὴν μὲν οἰνοχόην καὶ τὸ κύπελλον λίθινα, χρυσῷ τὰ χείλη περιτεραμνίσας, τὰς δὲ κλισίας ἐλατίνας χαμᾶζε ποικίλοις στρώμασι κεκοσμημένας, ἐκπώματα δὲ κεραμέους κανθάρους, καὶ τὸν λύχνον ὁμοίως τὸν ἐκ τῆς ὀροφῆς ἐξηρτημένον, ἀνακεχυμένας ἔχοντα τὰς φλόγας.’

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Deipnosophistae 7.34

    Athenaeus
    καλέσας δ᾽ αὐτόν ποτε ἐπὶ δεῖπνον ὁ Φίλιππος μετὰ τῶν ἰδίων θεῶν συγκατέκλινε πάντας ἐπὶ τῆς μέσης κλίνης ὑψηλότατα καὶ ἱεροπρεπέστατα κεκοσμημένης καὶ τράπεζαν παραθεὶς ἐφ᾽ ἧς βωμὸς ἔκειτο καὶ τῶν ἀπὸ γῆς παντοδαπῶν ἀπαρχαί. καὶ ὁπότε τοῖς ἄλλοις παρεφέρετο τὰ ἐδώδιμα, τοῖς ἀμφὶ Μενεκράτην ἐθυμίων καὶ ἔσπενδον οἱ παῖδες.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Lycurgus 22.1

    Plutarch
    τότε δὲ καὶ τοῖς νέοις τὰ σκληρότατα τῆς ἀγωγῆς ἐπανιέντες, οὐκ ἐκώλυον καλλωπίζεσθαι περὶ κόμην καὶ κόσμον ὅπλων καὶ ἱματίων, χαίροντες, ὥσπερ ἵπποις, γαυριῶσι καὶ φρυαττομένοις πρὸς τοὺς ἀγῶνας, διὸ κομῶντες εὐθὺς ἐκ τῆς τῶν ἐφήβων ἡλικίας, μάλιστα περὶ τοὺς κινδύνους ἐθεράπευον τὴν κόμην λιπαράν τε φαίνεσθαι καὶ διακεκριμένην, ἀπομνημονεύοντές τινα καὶ Λυκούργου λόγον περὶ τῆς κόμης, ὅτι τοὺς μὲν καλοὺς εὐπρεπεστέρους ποιεῖ, τοὺς δὲ αἰσχροὺς φοβερωτέρους.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • CIL 11, *00194 = InscrIt-07-01, 00022 = Engfer-2017, 00381 = Gregori-2018-OD27 = AE 2018, +00153

    Unknown
    Q(uinto) Atrio Iucundiano v(iro) p(erfectissimo) / biselliario honorato / ornamentis decurional(ibus) / s(enatus) p(opulus)q(ue) P(isanus) aere collato / quod auxerit ex suo / ad annonariam pecuniam HS LX(milia)XX / et vela in theatro / cum omni ornatu / sumptu suo dederit l(ocus) d(atus) s(enatus) c(onsulto)

    Text Category: Inscription
    Century Range: 2nd century CE
    Location: Etruria: Pisa

  • Antiquitates Romanae 5.48.3

    Dionysius of Halicarnassus
    ἔπειθ᾿ ὅτι οὐ τὴν ποικίλην καὶ χρυσόσημον ἀμφιέννυται στολήν, ᾗ κοσμεῖται ὁ ἕτερος, οὐδὲ τὸν χρύσεον ἔχει στέφανον, ἀλλὰ περιπόρφυρον λευκὴν περιβέβληται3 τήβενναν, τὸ ἐπιχώριον τῶν ὑπάτων τε καὶ στρατηγῶν φόρημα, στέφανον δ᾿ ἐπίκειται δάφνης, μεμείωται δὲ καὶ τοῦ σκήπτρου τῇ φορήσει παρὰ τὸν ἕτερον, τὰ δ᾿ ἄλλα πάντα ταὐτὰ ἔχει.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Rome

  • Orationes 13.34-35

    Dio Chrystostom
    ὡς τό γε νῦν τὸ μέγεθος αὐτῆς ὕποπτον καὶ οὐ πάνυ ἀσφαλές. ὅσῳ γὰρ ἄν, ἔφην, πλείων ἥ τε ἀνδρεία καὶ ἡ δικαιοσύνη καὶ ἡ σωφροσύνη γίγνηται παρ᾿ ὑμῖν, τοσούτῳ ἔλαττον ἔσται τό τε ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ ἐλεφάντινα σκεύη καὶ τὰ ἠλέκτρινα καὶ κρύσταλλος καὶ θύον καὶ ἔβενος καὶ ὁ τῶν γυναικῶν κόσμος καὶ τὰ ποικίλματα καὶ αἱ βαφαί, καὶ ξύμπαντα ἁπλῶς τὰ νῦν ἐν τῇ πόλει τίμια καὶ περιμάχητα, ἐλαττόνων αὐτῶν δεήσεσθε· ὅταν δὲ ἐληλυθότες ἦτε ἐπ᾿ ἄκρον ἀρετῆς, οὐδενός

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Bithynia: Prusa

  • Greek Anthology 6.287

    Antipater of Sidon
    ξανθὰ δ᾽ Ἀντιάνειρα τὸν ἀγχόθι μήσατο κόσμον, πρὸς λαιᾷ ποταμοῦ κεκλιμένον λαγόνι:

    Text Category: Literature: epigram
    Century Range: 2nd century BCE
    Location: Sidon?

  • CIL 10, 01217 (p 1008) = D 05651

    Unknown
    N(umerio) Plaetorio Oniro / Augustali / biselliario / honorato ornamentis / decurionalibus / populus Abellanus / aere conlato quod / auxerit ex suo ad / annonariam pecuniam / HS X(milia) n(ummum) et vela in thaeatro / cum omni ornatu / sumptu suo dederit / l(ocus) d(atus) d(ecreto) d(ecurionum)

    Text Category: Inscription: base
    Century Range: 2nd century CE
    Location: Campania: Abella

  • Geography 15.1.54

    Strabo
    λιταὶ δὲ καὶ αἱ ταφαὶ καὶ μικρὰ χώματα: ὑπεναντίως δὲ τῇ ἄλλῃ λιτότητι κοσμοῦνται: χρυσοφοροῦσι γὰρ καὶ διαλίθῳ κόσμῳ χρῶνται σινδόνας τε φοροῦσιν εὐανθεῖς, καὶ σκιάδια αὐτοῖς ἕπεται: τὸ γὰρ κάλλος τιμῶντες ἀσκοῦσιν ὅσα καλλωπίζει τὴν ὄψιν: ἀλήθειάν τε ὁμοίως καὶ ἀρετὴν ἀποδέχονται, διόπερ οὐδὲ τῇ ἡλικίᾳ τῶν γερόντων προνομίαν διδόασιν ἂν μὴ καὶ τῷ φρονεῖν πλεονεκτῶσι

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Alcibiades 12.1

    Plutarch
    τοῦτο μέντοι τὸ λαμπρὸν ἐπιφανέστερον ἐποίησεν ἡ τῶν πόλεων φιλοτιμία. σκηνὴν μὲν γὰρ αὐτῷ κεκοσμημένην διαπρεπῶς ἔστησαν Ἐφέσιοι

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • On the Judaean War 7.136-139

    Flavius Josephus
    ἐφέρετο δὲ καὶ θεῶν ἀγάλματα τῶν παρ’ αὐτοῖς μεγέθεσι θαυμαστὰ καὶ κατὰ τὴν τέχνην οὐ παρέργως πεποιημένα, καὶ τούτων οὐδέν, ὅ τι μὴ τῆς ὕλης τῆς πολυτελοῦς, ζῴων τε πολλαὶ φύσεις παρήγοντο κόσμον οἰκεῖον ἁπάντων περικειμένων. ἦν δὲ καὶ τὸ κομίζον ἕκαστα τούτων πλῆθος ἀνθρώπων ἁλουργαῖς ἐσθῆσι καὶ διαχρύσοις κεκοσμημένον, οἵ τ’ εἰς αὐτὸ τὸ πομπεύειν διακριθέντες ἐξαίρετον εἶχον καὶ καταπληκτικὴν περὶ αὐτοὺς τοῦ κόσμου τὴν πολυτέλειαν. ἐπὶ τούτοις οὐδὲ τὸν αἰχμάλωτον ἦν ἰδεῖν ὄχλον ἀκόσμητον, ἀλλ’ ἡ τῶν ἐσθήτων ποικιλία καὶ τὸ κάλλος αὐτοῖς τὴν ἀπὸ τῆς κακώσεως τῶν σωμάτων ἀηδίαν ἔκλεπτε τῆς ὄψεως.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 1.671

    Flavius Josephus
    παρέλιπεν δ’ οὐδὲν Ἀρχέλαος εἰς πολυτέλειαν, ἀλλὰ πάντα τὸν βασιλικὸν κόσμον προήνεγκεν συμπομπεύσοντα τῷ νεκρῷ· κλίνη μὲν γὰρ ὁλόχρυσος ἦν διάλιθος, στρωμνὴ δὲ ἁλουργὶς ποικίλη, τὸ σῶμα δ’ ἐπ’ αὐτῆς πορφύρᾳ κεκαλυμμένον, καὶ διάδημα μὲν ἐπέκειτο τῇ κεφαλῇ, στέφανος δ’ ὑπὲρ αὐτοῦ χρυσοῦς, τὸ δὲ σκῆπτρον παρὰ τὴν δεξιάν

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 18.90

    Flavius Josephus
    Οὐιτέλλιος δὲ εἰς τὴν Ἰουδαίαν ἀφικόμενος ἐπὶ Ἱεροσολύμων ἀνῄει, καὶ ἦν γὰρ αὐτοῖς ἑορτὴ πάτριος, πάσχα δὲ καλεῖται, δεχθεὶς μεγαλοπρεπῶς Οὐιτέλλιος τὰ τέλη τῶν ὠνουμένων καρπῶν ἀνίησιν εἰς τὸ πᾶν τοῖς ταύτῃ κατοικοῦσιν καὶ τὴν στολὴν τοῦ ἀρχιερέως καὶ τὸν πάντα αὐτοῦ κόσμον συνεχώρησεν ἐν τῷ ἱερῷ κειμένην ὑπὸ τοῖς ἱερεῦσιν ἔχειν τὴν ἐπιμέλειαν, καθότι καὶ πρότερον ἦν αὐτοῖς ἐξουσία

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 15.394

    Flavius Josephus
    θύρας δὲ ἐπὶ τῆς εἰσόδου σὺν τοῖς ὑπερθυρίοις ἴσον ἐχούσας τῷ ναῷ ποικίλοις ἐμπετάσμασιν κεκόσμητο, τὰ μὲν ἄνθη ἁλουργέσιν, κίονας δὲ ἐνυφασμένους.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 3.179

    Flavius Josephus
    καὶ τοιοῦτος μὲν ὁ τοῦ ἀρχιερέως κόσμος ἐστί.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 3.159

    Flavius Josephus
    Ὁ δὲ ἀρχιερεὺς κοσμεῖται μὲν καὶ ταύτῃ παραλιπὼν οὐδὲν τῶν προειρημένων, ἐπενδυσάμενος δ᾽ ἐξ ὑακίνθου πεποιημένον χιτῶνα, ποδήρης δ᾽ ἐστὶ καὶ οὗτος, μεεὶρ καλεῖται κατὰ τὴν ἡμετέραν γλῶσσαν, ζώνῃ περισφίγγεται βάμμασιν οἷς ἡ πρότερον ἤνθει διαπεποικιλμένῃ χρυσοῦ συνυφασμένου:

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 3.127

    Flavius Josephus
    ὡραῖον δὲ τὸ φάρσος ἄνθεσι παντοίοις, ὅσα γῆθεν ἀνέρχεται, διαπεποικιλμένον τοῖς τε ἄλλοις ἅπασιν ἐνυφασμένον, ὅσα κόσμον οἴσειν ἔμελλε, πλὴν ζῴων μορφῆς

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Historia Alexandri Magni, 3.3.17 - 18

    Quintus Curtius
    … pallam auro distinctam aurei accipitres, velut rostris inter se concurrerent, adornabant …

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome