Soldiers

Item set

Items

Advanced search
  • Epitoma historiarum Philippicarum Pompei Trogi 12.7.5

    Justin
    Cui gloriae ut etiam exercitus ornamenta convenirent, phaleras equorum et arma militum argento inducit exercitum que suum ab argenteis clipeis Argyraspidas appellavit.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • Epitoma historiarum Philippicarum Pompei Trogi 11.13.11

    Justin
    Hortatur, spernant illam aciem auro et argento fulgentem, in qua plus praedae quam periculi sit, cum victoria non ornamentorum decore, sed ferri virtute quaeratur.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • Testimonia 2.16

    Gorgias
    αὐτίκα γὰρ ὅταν πολέμια σώματα πολέμιον ἐπὶ πολεμίοις ὁπλίσῃ κόσμον χαλκοῦ καὶ σιδήρου, τοῦ μὲν ἀλεξητήριον τοῦ δὲ προβλήματα, εἰ θεάσηται ἡ ὄψις, ἐταράχθη καὶ ἐτάραξε τὴν ψυχήν

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Fragment 1b line 451

    Ctesias
    προσέταξε δὲ πᾶσι κατασκευάζειν καινὰς πανοπλίας καὶ τοῖς ἄλλοις ἅπασι λαμπρῶς παραγίνεσθαι κεκοσμημένους μετὰ τρίτον ἔτος εἰς Βάκτρα.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Histories 30.25.8

    Polybius
    οὗτοι δὲ ἦσαν εἰς χιλίους, πάντες χρυσοφάλαροι. τούτοις συνεχὲς ἦν τὸ τῶν φίλων σύνταγμα, ἴσον καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὸν κόσμον

    Text Category: Literature: prose
    Century Range: 2nd century BCE
    Location: Rome

  • Histories 6.23.12-13

    Polybius
    ἐπὶ δὲ πᾶσι τούτοις προσεπικοσμοῦνται πτερίνῳ στεφάνῳ καὶ πτεροῖς φοινικοῖς ἢ μέλασιν ὀρθοῖς τρισίν, ὡς πηχυαίοις τὸ μέγεθος, ὧν προστεθέντων κατὰ κορυφὴν ἅμα τοῖς ἄλλοις ὅπλοις ὁ μὲν ἀνὴρ φαίνεται διπλάσιος ἑαυτοῦ κατὰ τὸ μέγεθος, ἡ δ’ ὄψις καλὴ καὶ καταπληκτικὴ τοῖς ἐναντίοις

    Text Category: Literature: prose
    Century Range: 2nd century BCE
    Location: Rome

  • Hellenica 4.2.7

    Xenophon
    ἦν δὲ τὰ ἆθλα τὰ μὲν πλεῖστα ὅπλα ἐκπεπονημένα εἰς κόσμον καὶ ὁπλιτικὰ καὶ ἱππικά· ἦσαν δὲ καὶ στέφανοι χρυσοῖ· τὰ δὲ πάντα ἆθλα οὐκ ἔλαττον ἐγένοντο ἢ ἀπὸ τεττάρων ταλάντων.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Date: 362

  • Cyropaedia 8.3.15

    Xenophon
    ἐφείποντο δὲ οἱ περὶ αὐτὸν σκηπτοῦχοι ἐφ’ ἵππων κεκοσμημένοι σὺν τοῖς παλτοῖς ἀμφὶ τοὺς τριακοσίους.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Date: 370

  • Cyropaedia 3.3.10

    Xenophon
    ἔτι δ᾽ ὁρῶν ὅτι φιλοτίμως ἔχοντες ἐν οἷς ἀντηγωνίζοντο πολλοὶ καὶ ἐπιφθόνως εἶχον πρὸς ἀλλήλους τῶν στρατιωτῶν, καὶ τούτων ἕνεκα ἐξάγειν αὐτοὺς ἐβούλετο εἰς τὴν πολεμίαν ὡς τάχιστα, εἰδὼς ὅτι οἱ κοινοὶ κίνδυνοι φιλοφρόνως ποιοῦσιν ἔχειν τοὺς συμμάχους πρὸς ἀλλήλους, καὶ οὐκέτι ἐν τούτῳ οὔτε τοῖς ἐν ὅπλοις κοσμουμένοις φθονοῦσιν οὔτε τοῖς δόξης ἐφιεμένοις, ἀλλὰ μᾶλλον καὶ ἐπαινοῦσι καὶ ἀσπάζονται οἱ τοιοῦτοι τοὺς ὁμοίους, νομίζοντες συνεργοὺς αὐτοὺς τοῦ κοινοῦ ἀγαθοῦ εἶναι.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Date: 370

  • Laws 685d

    Plato
    πρὸς δὴ ταῦτ’ ἦν πάντα ἡ τοῦ στρατοπέδου τοῦ τότε διανεμηθεῖσα εἰς τρεῖς πόλεις κατασκευὴ μία ὑπὸ βασιλέων ἀδελφῶν, παίδων Ἡρακλέους, καλῶς, ὡς ἐδόκει, ἀνηυρημένη καὶ κατακεκοσμημένη καὶ διαφερόντως τῆς ἐπὶ τὴν Τροίαν ἀφικομένης.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Location: Syracuse

  • Histories 7.83.2

    Herodotus
    κόσμον δὲ πλεῖστον παρείχοντο διὰ πάντων Πέρσαι, καὶ αὐτοὶ ἄριστοι ἦσαν: σκευὴν μὲν τοιαύτην εἶχον ἥ περ εἴρηται, χωρὶς δὲ χρυσόν τε πολλὸν καὶ ἄφθονον ἔχοντες ἐνέπρεπον, ἁρμαμάξας τε ἅμα ἤγοντο, ἐν δὲ παλλακὰς καὶ θεραπηίην πολλήν τε καὶ εὖ ἐσκευασμένην: σῖτα δέ σφι, χωρὶς τῶν ἄλλων στρατιωτέων, κάμηλοί τε καὶ ὑποζύγια ἦγον.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE
    Date: 440
    Location: Ionia

  • Persians 918-921

    Aeschylus
    ὀτοτοῖ, βασιλεῦ, στρατιᾶς ἀγαθῆς καὶ περσονόμου τιμῆς μεγάλης, κόσμου τ᾽ ἀνδρῶν, οὓς νῦν δαίμων ἐπέκειρεν.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 472
    Location: Athens

  • Chaereas and Callirhoe 6.4.1

    Chariton
    ἐξήλαυνον ἱππεῖς κεκοσμημένοι καὶ Περσῶν οἱ ἄριστοι καὶ τῆς ἄλλης στρατιᾶς τὸ ἐπίλεκτον.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Aphrodisias

  • Chaereas and Callirhoe 1.6.3

    Chariton
    Προῄεσαν δὲ τῆς κλίνης πρῶτοι μὲν οἱ Συρακουσίων ἱππεῖς αὐτοῖς ἵπποις κεκοσμημένοι

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Aphrodisias

  • Oration 2.64.B

    Julian
    Ἐπειδὴ γὰρ οἱ Παρθυαῖοι κοσμηθέντες ὅπλοις αὐτοί τε καὶ ἵπποι ξὺν τοῖς Ἰνδικοῖς θηρίοις προσῆγον τῷ τείχει, λαμπροὶ ταῖς ἐλπίσιν ὡς αὐτίκα μάλα ἀναρπασόμενο

    Text Category: Literature: prose
    Century Range: 4th century CE
    Date: 357-358

  • Deipnosophistae 13.12

    Athenaeus
    Λακεδαιμόνιοι δὲ πρὸ τῶν παρατάξεων Ἔρωτι προθύονται, ὡς ἐν τῇ τῶν παραταττομένων φιλίᾳ κειμένης τῆς σωτηρίας τε καὶ νίκης, καὶ Κρῆτες δ᾽ ἐν ταῖς παρατάξεσι τοὺς καλλίστους τῶν πολιτῶν κοσμήσαντες διὰ τούτων θύουσι τῷ Ἔρωτι, ὡς Σωσικράτης ἱστορεῖ.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Caius Marius 25.7

    Plutarch
    οἱ δὲ ἱππεῖς μύριοι καὶ πεντακισχίλιοι τὸ πλῆθος ὄντες ἐξήλασαν λαμπροί, κράνη μὲν εἰκασμένα θηρίων φοβερῶν χάσμασι καὶ προτομαῖς ἰδιομόρφοις ἔχοντες, ἃς ἐπαιρόμενοι λόφοις πτερωτοῖς εἰς ὕψος ἐφαίνοντο μείζους, θώραξι δὲ κεκοσμημένοι σιδηροῖς, θυρεοῖς δὲ λευκοῖς στίλβοντες. ἀκόντισμα δὲ ἦν ἑκάστῳ διβολία: συμπεσόντες δὲ μεγάλαις ἐχρῶντο καὶ βαρείαις μαχαίραις.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Marcellus 8.2

    Plutarch
    ὁ δὲ στρατὸς εἵπετο καλλίστοις ὅπλοις κεκοσμημένος, ᾁδων ἅμα πεποιημένα μέλη καὶ παιᾶνας ἐπινικίους εἷς τὸν θεὸν καὶ τὸν στρατηγόν,

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Brutus 40.6

    Plutarch
    καὶ Βροῦτος εὐθὺς ἐξῆγε τοὺς ἱππεῖς κεκοσμημένους διαπρεπῶς, καὶ τὸ πεζὸν οὐ σχολαίτερον παρενέβαλλεν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Library 16.3.1

    Diodorus Siculus
    τοὺς ἄνδρας τοῖς πολεμικοῖς ὅπλοις δεόντως κοσμήσας, συνεχεῖς ἐξοπλασίας καὶ γυμνασίας ἐναγωνίους ἐποιεῖτο.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 14.41.5

    Diodorus Siculus
    ἔσπευδε γὰρ ἕκαστον τῶν στρατευομένων κοσμῆσαι τοῖς οἰκείοις ὅπλοις

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 11.82.5

    Diodorus Siculus
    ὁ δὲ Μυρωνίδης μετὰ τὴν γενομένην νίκην Τάναγραν μὲν ἐκπολιορκήσας, περιεῖλεν αὐτῆς τὰ τείχη, τὴν δὲ Βοιωτίαν ἅπασαν ἐπιὼν ἔτεμνε καὶ κατέφθειρε καὶ τοῖς στρατιώταις διελὼν τὰ λάφυρα πάντας ὠφελείαις ἁδραῖς ἐκόσμησεν.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome