Shrine

Item set

Items

Advanced search
  • Orations 17.10, 12, 20

    Aelius Aristides
    κόσμοι δὲ οἵ τε ἐν αὐτῇ καὶ οἱ περὶ αὐτὴν ἐξ ἴσου πολλοί τε καὶ λαμπροὶ καὶ ποθεινοτέρους οὐχὶ λελοιπότες... ποίας γραφῆς ἢ πλάσματος οὐ βελτίω ταῦτα μιμήσασθαι; ἀεὶ δὲ ὥσπερ εἰς πομπὴν ἐνιαύσιον κεκοσμημένη ταῖς τε ἰδίαις καὶ ταῖς δημοσίαις κατασκευαῖς ὡραΐζεται, σκηνῆς Μηδικῆς θέαμα ἁβρότερον... χάρις ὥσπερ Ἶρις τεταμένη καὶ τὴν πόλιν ὥσπερ λύραν ἁρμοττομένη σύμφωνον αὑτῇ τε καὶ τοῖς ἔξω κόσμοις, καὶ ἡ διὰ πάντων ὥσπερ τοῦ παρ᾽ Ὁμήρῳ χαλκοῦ μέχρι οὐρανοῦ διηνεκὴς αἴγλη, τῷ ταῦτα ἐφικτὰ διηγήσασθαι;

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 157
    Location: Smyrna

  • Laws 761b-d

    Plato
    τά τε πηγαῖα ὕδατα, ἐάντε τὶς ποταμὸς ἐάντε καὶ κρήνη ᾖ, κοσμοῦντες φυτεύμασί τε καὶ οἰκοδομήμασιν εὐπρεπέστερα, καὶ συνάγοντες μεταλλείαις νάματα, πάντα ἄφθονα ποιῶσιν, ὑδρείαις τε καθ᾽ ἑκάστας τὰς ὥρας, εἴ τί που ἄλσος ἢ τέμενος περὶ ταῦτα ἀφειμένον ᾖ, τὰ ῥεύματα ἀφιέντες εἰς αὐτὰ τὰ τῶν θεῶν ἱερά, κοσμῶσι. πανταχῇ δὲ ἐν τοῖς τοιούτοις γυμνάσια χρὴ κατασκευάζειν τοὺς νέους αὑτοῖς τε καὶ τοῖς γέρουσι γεροντικὰ λουτρὰ θερμὰ παρέχοντας, ὕλην παρατιθέντας αὔην καὶ ξηρὰν ἄφθονον, ἐπ᾽ ὀνήσει καμνόντων τε νόσοις καὶ πόνοις τετρυμένα γεωργικοῖς σώματα δεχομένους εὐμενῶς, ἰατροῦ δέξιν μὴ πάνυ σοφοῦ βελτίονα συχνῷ. ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα πάντα κόσμος τε καὶ ὠφελία τοῖς τόποις γίγνοιτ᾽ ἂν μετὰ παιδιᾶς οὐδαμῇ ἀχαρίτου: σπουδὴ δὲ περὶ ταῦτα ἥδε ἔστω.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Location: Syracuse

  • Oration 1.88

    Aelius Aristides
    οὐ τοίνυν τῶν μὲν ἄλλων οὐδὲ καθ’ ἓν ἡττᾶσθαι τῇ πόλει συμβέβηκεν, οὐδὲ τῶν πολεμίων ὅσον εἶπον κεκρατηκέναι, τῶν δὲ παρ’ αὐτῇ ταῦτα γνόντων ὑπὲρ αὐτῆς ἀπολειφθῆναι τὴν χάριν, ἀλλὰ καὶ τούτους ταῖς εὐεργεσίαις νενικηκυῖα φανήσεται, Κόδρῳ μὲν δοῦσα τὴν ἀρχὴν εἰς τοὺς παῖδας καὶ κοσμήσασα καὶ παρ’ αὐτῇ κἀν τῇ ὑπερορίᾳ τὸ γένος, τῶν δὲ κορῶν ἱερὰ ἱδρυσαμένη καὶ θείας μοίρας ἀντὶ θνητῆς ἀξιώσασα ταῖς τιμαῖς, Ἐρεχθέα δὲ τοῖς ἐν ἀκροπόλει θεοῖς πάρεδρον ἀποδείξασα

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 155
    Location: Athens

  • Antiquitates Romanae 1.54.2

    Dionysius of Halicarnassus
    Ἰλίῳ μὲν γὰρ τὸ μὴ πασσυδὶ διαφθαρῆναι κατὰ τὴν ἅλωσιν παρασχών, τῇ δὲ καλουμένῃ Βεβρυκίᾳ τὸ ἐπικουρικὸν διασωθῆναι παρασκευάσας, ἐν Φρυγίᾳ δὲ τὸν υἱὸν Ἀσκάνιον βασιλέα καταλιπών, ἐν Παλλήνῃ δὲ πόλιν ἐπώνυμον κτίσας, ἐν Ἀρκαδίᾳ δὲ θυγατέρας κηδεύσας, ἐν Σικελίᾳ δὲ μέρος τῆς στρατιᾶς ὑπολιπόμενος, ἐν πολλοῖς δὲ ἄλλοις χωρίοις φιλανθρώπους τὰς διατριβὰς δωρήσασθαι δοκῶν ἑκούσιον εἶχε παρ᾽ αὐτῶν τὴν εὔνοιαν, δι᾽ ἣν τὸν μετ᾽ ἀνθρώπων βίον ἐκλιπὼν ἡρώοις ἐκοσμεῖτο καὶ μνημάτων κατασκευαῖς πολλαχῇ.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Rome

  • CIL 08, 10627 = CIL 08, 16532 = ILAlg-01, 02996 = D 05432 = LBIRNA 00867

    Unknown
    ] s(acrum) [3] / [3 conservatri]ci populi R(omani) / [6] / [3] M(arcus) Val(erius) Novius Elphideforus / coronatus cistifer cum suis / lucum(!) a solo cum signis et ornamentis / suis fecerunt et dedicaver(unt)

    Text Category: Inscription
    Location: Africa Proconsularis: Theveste

  • Description of Greece 8.42.6

    Pausanias
    Δῃὼ μέν σε ἔπαυσε νομῆς, Δῃὼ δὲ νομῆας ἐκ δησισταχύων καὶ ἀναστοφάγων πάλι θῆκε, νοσφισθεῖσα γέρα προτέρων τιμάς τε παλαιάς. καί σ’ ἀλληλοφάγον θήσει τάχα καὶ τεκνοδαίτην, εἰ μὴ πανδήμοις λοιβαῖς χόλον ἱλάσσεσθε σήραγγός τε μυχὸν θείαις κοσμήσετε τιμαῖς.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • On the Judaean War 3.514

    Flavius Josephus
    τοῦ μὲν οὖν Πανείου τὸ φυσικὸν κάλλος ὑπὸ τῆς βασιλικῆς προσεξήσκηται πολυτελείας τῷ Ἀγρίππα πλούτῳ κεκοσμημένον

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Ephesos 228

    Proconsul Paullus Fabius Persicus
    [πολλαὶ γὰρ θεῖαι οἰκίαι ἢ διὰ πυρὸς διεφθαρμέναι ἢ διὰ] συμπτώσεως ἀμόρφως εἰσὶν κατερριμμέναι, τό τε τῆς Ἀρτέμιδος αὐτῆς ἱερόν, ὃ τῆς ἐπαρχείας ὅλης ἐστὶν κόσμος καὶ {ὃ} διὰ τὸ τοῦ ἔργου μέγεθος καὶ διὰ τὴν τοῦ περὶ τὴν θεὸν σεβασμοῦ ἀρχαιότ<η>τ<α> καὶ διὰ τὴν τῶν προσόδων ἀφθονίαν τῶν ὑπὸ τοῦ Σεβαστοῦ ἀποκατασταθεισῶν τῇ θεᾷ, στέρεται τῶν ἰδίων χρημάτων, ἃ καὶ εἰς ἐπιμέλειαν καὶ εἰς κόσμον τῶν ἀναθημάτων ἐξαρκεῖν ἐδύ<νατο>

    Text Category: Inscription: edict
    Century Range: 1st century CE
    Date: 44
    Location: Ionia: Ephesos: Agora

  • Ephesos 111

    Unknown
    τό τε πρυτανεῖον ἐξ εἱκανῶν ἀμεληθὲν χρόνων ἐπισκευάσας ἐκ τῶν ἰδ̣[ί]ων τὸν ὀφειλόμενον ἀποδέδωκεν αὐτῷ κόσμον καθείδρυκέν τε ἐν αὐτῷ καὶ τὸν μαντεῖον τῆς πόλεως Ἀπόλλωνα

    Text Category: Inscription: decree
    Century Range: 2nd century CE
    Date: 105-120
    Location: Ionia: Ephesos

  • In Verrem, 2.4.5 (3)

    Cicero
    Messanam ut quisque nostrum venerat, haec visere solebat; omnibus haec ad visendum patebant cotidie; domus erat non domino magis ornamento quam civitati.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Rome