Certain
Item set
- Title
-
Certain
Items
-
Life of Pericles 20.1
Plutarch
εἰς δὲ τὸν Πόντον εἰσπλεύσας στόλῳ μεγάλῳ καὶ κεκοσμημένῳ λαμπρῶς ταῖς μὲν Ἑλληνίσι πόλεσιν ὧν ἐδέοντο διεπράξατο καὶ προσηνέχθη φιλανθρώπως, τοῖς δὲ περιοικοῦσι βαρβάροις ἔθνεσι καὶ βασιλεῦσιν αὐτῶν καὶ δυνάσταις ἐπεδείξατο μὲν τῆς δυνάμεως τὸ μέγεθος καὶ τὴν ἄδειαν καὶ τὸ θάρσος ᾗ βούλοιντο πλεόντων καὶ πᾶσαν ὑφ᾽ αὑτοῖς πεποιημένων τὴν θάλασσαν, Σινωπεῦσι δὲ τρισκαίδεκα ναῦς ἀπέλιπε μετὰ Λαμάχου καὶ στρατιώτας ἐπὶ Τιμησίεων τύραννον.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Nicias 3.5
Plutarch
ἐκεῖνος, ὅτε τὴν θεωρίαν ἦγεν, αὐτὸς μὲν εἰς Ῥήνειαν ἀπέβη τὸν χορὸν ἔχων καὶ τὰ ἱερεῖα καὶ τὴν ἄλλην παρασκευήν, ζεῦγμα δὲ πεποιημένον Ἀθήνησι πρὸς τὰ μέτρα καὶ κεκοσμημένον ἐκπρεπῶς χρυσώσεσι καὶ βαφαῖς καὶ στεφάνοις καὶ αὐλαίαις κομίξων, διὰ νυκτὸς ἐγεφύρωσε τὸν μεταξὺ Ῥηνείας καὶ Δήλου πόρον οὐκ ὄντα μέγαν: εἶθ᾽ ἅμα ἡμέρᾳ τήν τε πομπὴν τῷ θεῷ καὶ τὸν χορὸν ἄγων κεκοσμημένον πολυτελῶς καὶ ᾁδοντα διὰ τῆς γεφύρας ἀπεβίβαζε.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Punic Wars 20.133
Appian
ναῦν ὀξυτάτην κοσμήσας λαφύροις ἄγγελον τῆς νίκης ἔστειλεν ἐς ῬώμηνText Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Alcibiades 32.1
Plutarch
ὁ δ᾽ Ἀλκιβιάδης ἰδεῖν τε ποθῶν ἤδη τὰ οἴκοι, καὶ ἔτι μᾶλλον ὀφθῆναι βουλόμενος τοῖς πολίταις νενικηκὼς τοὺς πολεμίους τοσαυτάκις, ἀνήχθη, πολλαῖς μὲν ἀσπίσι καὶ λαφύροις κύκλῳ κεκοσμημένων τῶν Ἀττικῶν τριήρων, πολλὰς δ᾽ ἐφελκόμενος αἰχμαλώτους, ἔτι δὲ πλείω κομίζων ἀκροστόλια τῶν διεφθαρμένων ὑπ᾽ αὐτοῦ καὶ κεκρατημένων. ἦσαν γὰρ οὐκ ἐλάττους συναμφότεραι διακοσίων.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Description of Greece 10.11.6
Pausanias
ἀνάκειται δὲ καὶ πλοίων τὰ ἄκρα κοσμήματα καὶ ἀσπίδες χαλκαῖText Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 5.11.5
Pausanias
τούτων τῶνἐρυμάτων ὅσον μὲν ἀπαντικρὺ τῶν θυρῶν ἐστιν, ἀλήλιπται κυανῷ μόνον, τὰ δὲ λοιπὰ αὐτῶν παρέχεται Παναίνου γραφάς. ἐν δὲ αὐταῖς ἔστι μὲν οὐρανὸν καὶ γῆν Ἄτλας ἀνέχων, παρέστηκε δὲ καὶ Ἡρακλῆς ἐκδέξασθαι τὸ ἄχθος ἐθέλων τοῦ Ἄτλαντος, ἔτι δὲ Θησεύς τε καὶ Πειρίθους καὶ Ἑλλάς τε καὶ Σαλαμὶς ἔχουσα ἐν τῇ χειρὶ τὸν ἐπὶ ταῖς ναυσὶν ἄκραις ποιούμενον κόσμον,Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Library 15.92.2
Diodorus Siculus
κατὰ δὲ τὴν Αἴγυπτον Ταχὼς ὁ βασιλεὺς κατασκευασάμενος τὰ πρὸς τὸν πόλεμον διακοσίας μὲν τριήρεις εἶχε πολυτελῶς κεκοσμημένας, μισθοφόρους δ᾽ ἐπιλέκτους ἐκ τῆς Ἑλλάδος μυρίους, χωρὶς δὲ τούτων πεζοὺς στρατιώτας Αἰγυπτίους ὀκτακισμυρίους.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 15.3.4
Diodorus Siculus
ὁ δ᾽ Εὐαγόρας ὁρῶν ἑαυτὸν πολὺ λειπόμενον τῇ ναυτικῇ δυνάμει, ἑξήκοντα μὲν ναῦς ἄλλας προσεπλήρωσε, πεντήκοντα δὲ παρὰ Ἀκόριδος ἐξ Αἰγύπτου μετεπέμψατο, ὥστε τὰς πάσας ἔχειν τριήρεις διακοσίας. ταύτας δὲ κοσμήσας πρὸς ναυμαχίαν καταπληκτικῶς, καὶ συνεχεῖς διαπείρας καὶ γυμνασίας ποιούμενος, ἡτοιμάζετο πρὸς ναυμαχίανText Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 13.68.3
Diodorus Siculus
εἶχον δὲ τὰς ἰδίας τριήρεις ὅπλοις ἐπιχρύσοις καὶ στεφάνοις, ἔτι δὲ λαφύροις καὶ τοῖς ἄλλοις ἅπασιν ἐπιμελῶς κεκοσμημένας.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 12.84.2-3
Diodorus Siculus
εὐθὺς οὖν ὁ δῆμος στόλον ἀξιόχρεων κατεσκεύασε, τριάκοντα μὲν τριήρεις παρὰ τῶν συμμάχων λαβών, ἰδίας δ᾽ ἑκατὸν καταρτίσας. ταύτας δὲ κοσμήσας πᾶσι τοῖς εἰς πόλεμον χρησίμοις κατέλεξεν ὁπλίτας εἰς πεντακισχιλίους, στρατηγοὺς δὲ τρεῖς ἐχειροτόνησεν ἐπὶ ταύτην τὴν στρατηγίαν, Ἀλκιβιάδην καὶ Νικίαν καὶ Λάμαχον.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 11.77.1
Diodorus Siculus
ἐπὶ δὲ τούτων κατὰ μὲν τὴν Ἀσίαν οἱ τῶν Περσῶν στρατηγοὶ διαβάντες ἐπὶ τὴν Κιλικίαν ναῦς μὲν κατεσκεύασαν τριακοσίας κεκοσμημένας καλῶς πρὸς τὴν πολεμικὴν χρείανText Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 11.68.2
Diodorus Siculus
πάντων δὲ προθύμως ὑπακουόντων, καὶ συντόμως ἀποστειλάντων τῶν μὲν πεζοὺς καὶ ἱππεῖς στρατιώτας, τῶν δὲ ναῦς μακρὰς κεκοσμημένας εἰς ναυμαχίαν, ταχὺ συνήχθη δύναμις ἀξιόχρεως τοῖς Συρακοσίοις.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 11.34.4
Diodorus Siculus
οἱ δὲ περὶ τὸν Λεωτυχίδην παντὶ τῷ στόλῳ κεκοσμημένῳ προσπλεύσαντες τοῖς ἐν τῇ Μυκάλῃ βαρβάροιςText Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Annales, 14.4
Tacitus
Stabat inter alias navis ornatior …Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
In Verrem, 2.5.44 (17)
Cicero
Eam navem nuper egomet vidi Veliae multique alii viderunt, pulcherrimam atque ornatissimam, iudices;Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Ab urbe condita, 45.35.3
Livy
… Paulus ipse post dies paucos regia nave ingentis magnitudinis, quam sedecim versus remorum agebant, ornata Macedonicis spoliis non insignium tantum armorum, sed etiam regiorum textilium ...Text Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome -
Ab urbe condita, 8.14.12
Livy
… rostrisque earum suggestum in foro exstructum adornari placuit, Rostraque id templum appellatum.Text Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome