Statue
Item set
- Title
-
Statue
Items
-
Antiquities of the Jews 20.212
Flavius Josephus
σῖτον γὰρ ἐδίδου τῷ δήμῳ καὶ ἔλαιον διένεμεν καὶ τὴν πᾶσαν δὲ πόλιν ἀνδριάντων ἀναθέσεσιν καὶ ταῖς τῶν ἀρχαίων ἀποτύποις εἰκόσιν ἐκόσμει καὶ μικροῦ δεῖν πάντα τὸν τῆς βασιλείας κόσμον ἐκεῖ μετήνεγκεν.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 19.8
Flavius Josephus
ἐκόσμει τε τοῖς ἐνθένδε ἀγομένοις τήν τε οἰκίαν καὶ τοὺς κήπους ὁπόσαι τε αὐτῷ καταγωγαὶ διὰ γῆς τῆς τῶν Ἰταλῶν.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.396
Flavius Josephus
περιελάμβανεν δὲ καὶ στοαῖς μεγίσταις τὸν ναὸν ἅπαντα πρὸς τὴν ἀναλογίαν ἐπιτηδεύων καὶ τὰς δαπάνας τῶν πρὶν ὑπερβαλλόμενος, ὡς οὐκ ἄλλος τις δοκεῖ ἐπικεκοσμηκέναι τὸν ναόν. ἄμφω δ’ ἦσαν μετὰ τοῦ τείχους, αὐτὸ δὲ τὸ τεῖχος ἔργον μέγιστον ἀνθρώποις ἀκουσθῆναι.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.384
Flavius Josephus
τὰ μὲν οὖν κατὰ μέρος ἐξεργασθέντα περὶ τὴν χώραν καὶ πόλεις ὅσας ἐν αὐτῇ καὶ τοῖς ἐπικτήτοις ἐγείραντες κόσμῳ τῷ καλλίστῳ τὸ γένος ἡμῶν ηὐξήσαμεν, περίεργά μοι δοκεῖ λέγειν εἰδόσιν.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.298
Flavius Josephus
ἐντὸς δὲ καὶ κατὰ μέσην τριῶν ἡμισταδίων τέμενος ἀνῆκεν παντοίως κεκοσμημένον καὶ ναὸν ἐν αὐτῷ μεγέθει καὶ κάλλει τῶν ἐλλογιμωτάτων ἤγειρεν, ἔν τε τοῖς κατὰ μέρος διὰ πάντων ἐκόσμει τὴν πόλιν, τὸ μὲν ἀναγκαῖον τῆς ἀσφαλείας ὁρῶν καὶ τῇ τῶν περιβόλων ἐρυμνότητι φρούριον αὐτὴν ποιούμενος ἐπὶ τῇ μείζονι, τὸ δ᾽ εὐπρεπὲς ὡς ἂν ἐκ τοῦ φιλοκαλεῖν καὶ μνημεῖα φιλανθρωπίας ἀπολιπεῖν ἐν ὑστέρῳ.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.104
Flavius Josephus
ὁ δὲ τὴν Κλεοπάτραν δωρεαῖς θεραπεύσας ἐπ’ Αἰγύπτου προύπεμψενἈντώνιος δὲ τὴν Ἀρμενίαν λαβὼν Ἀρταβάζην τὸν Τιγράνου σὺν τοῖς παισὶν σατράπαις δέσμιον εἰς Αἴγυπτον ἀποπέμπει, δωρούμενος τούτοις τὴν Κλεοπάτραν καὶ τῷ παντὶ κόσμῳ τῆς βασιλείας, ὃν ἐξ αὐτῆς ἔλαβεν.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.90
Flavius Josephus
χρημάτων μὲν γὰρ εἵνεκεν, εἴ που μόνον ἐλπισθείη, καὶ ναοὶ καὶ τάφοι παρενομήθησαν, οὔθ’ ἱεροῦ τινος οὕτως ἀσύλου δόξαντος, ὡς μὴ περιαιρεθῆναι τὸν ἐν αὐτῷ κόσμον, οὔτε βεβήλου μὴ πᾶν ὁτιοῦν τῶν ἀπηγορευμένων παθόντος, εἰ μέλλοι μόνον εἰς εὐπορίαν τῇ τῆς ἀδικούσης πλεονεξίᾳ.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 10.224
Flavius Josephus
αὐτὸς δ᾽ ἀπὸ τῶν ἐκ τοῦ πολέμου λαφύρων τό τε τοῦ Βήλου ἱερὸν καὶ τὰ λοιπὰ κοσμήσας φιλοτίμως τήν τε ὑπάρχουσαν ἐξ ἀρχῆς πόλιν καὶ ἕτερα καταχαρισάμενος καὶ ἀναγκάσας πρὸς τὸ μηκέτι δύνασθαι τοὺς πολιορκοῦντας τὸν ποταμὸν ἀναστρέψαντας ἐπὶ τὴν πόλιν κατασκευάζειν περιεβάλετο τρεῖς μὲν τῆς ἔνδον πόλεως περιβόλους, τρεῖς δ᾽ ἔξω τούτων δὲ τῆς ὀπτῆς πλίνθου. ’Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Daphnis and Chloe 4.39.2
Longus
Ἀλλὰ καὶ ἄρρεν παιδίον ὑπέθηκαν αἰγὶ καὶ θυγάτριον γενόμενον δεύτερον οἰὸς ἑλκύσαι θηλὴν ἐποίησαν, καὶ ἐκάλεσαν τὸν μὲν Φιλοποίμενα τὴν δὲ Ἀγέλην, καὶ τὸ ἄντρον ἐκόσμησαν καὶ εἰκόνας ἀνέθεσαν καὶ βωμὸν εἵσαντο Ποιμένος Ἔρωτος: καὶ τῷ Πανὶ δὲ ἔδοσαν ἀντὶ τῆς πίτυος νεὼν Πανὸς Στρατιώτου ὀνομάσαντες.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Lesbos -
Library 17.115.1-5
Diodorus Siculus
μετὰ δὲ ταῦτα περιετίθει τῷ περιβόλῳ παντὶ κόσμον… τὸ δ᾽ ὕψος ἦν ὅλου τοῦ κατασκευάσματος πήχεις πλείους τῶν ἑκατὸν τριάκοντα. καθόλου δὲ τῶν τε ἡγεμόνων καὶ τῶν στρατιωτῶν ἁπάντων καὶ τῶν πρέσβεων, ἔτι δὲ τῶν ἐγχωρίων φιλοτιμηθέντων εἰς τὸν τῆς ἐκφορᾶς κόσμον φασὶ τὸ πλῆθος τῶν ἀναλωθέντων χρημάτων γεγονέναι πλείω τῶν μυρίων καὶ δισχιλίων ταλάντωνText Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 17.114.4
Diodorus Siculus
ὁ δ᾽ οὖν βασιλεὺς τὰ πρὸς τὴν ἐκφορὰν παρασκευαζόμενος ταῖς μὲν πλησίον πόλεσι προσέταξε κατὰ δύναμιν συμβάλλεσθαι πρὸς τὸν τῆς ἐκφορᾶς κόσμον,Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 17.70.2, 6
Diodorus Siculus
πλουσιωτάτης δ᾽ οὔσης τῶν ὑπὸ τὸν ἥλιον καὶ τῶν ἰδιωτικῶν οἴκων πεπληρωμένων ἐκ πολλῶν χρόνων παντοίας εὐδαιμονίας οἱ Μακεδόνες ἐπῄεσαν τοὺς μὲν ἄνδρας πάντας φονεύοντες, τὰς δὲ κτήσεις διαρπάζοντες, πολλὰς μὲν τοῖς πλήθεσιν ὑπαρχούσας, κατασκευῆς δὲ καὶ κόσμου παντοίου γεμούσας... τὰς δὲ γυναῖκας σὺν αὐτοῖς τοῖς κόσμοις πρὸς βίαν ἀπῆγον, τὴν αἰχμαλωσίαν δουλαγωγοῦντες:Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 16.92.5
Diodorus Siculus
τέλος δὲ τοῦ πότου διαλυθέντος καὶ τῶν ἀγώνων κατὰ τὴν ὑστεραίαν τὴν ἀρχὴν λαμβανόντων τὸ μὲν πλῆθος ἔτι νυκτὸς οὔσης συνέτρεχεν εἰς τὸ θέατρον, ἅμα δ᾽ ἡμέρᾳ τῆς πομπῆς γινομένης σὺν ταῖς ἄλλαις ταῖς μεγαλοπρεπέσι κατασκευαῖς εἴδωλα τῶν δώδεκα θεῶν ἐπόμπευε ταῖς τε δημιουργίαις περιττῶς εἰργασμένα καὶ τῇ λαμπρότητι τοῦ πλούτου θαυμαστῶς κεκοσμημένα: σὺν δὲ τούτοις αὐτοῦ τοῦ Φιλίππου τρισκαιδέκατον ἐπόμπευε θεοπρεπὲς εἴδωλον, σύνθρονον ἑαυτὸν ἀποδεικνύντος τοῦ βασιλέως τοῖς δώδεκα θεοῖς.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 16.57.3
Diodorus Siculus
Ἰφικράτης μὲν οὖν ὑπακούσας τῷ δόγματι τῆς πατρίδος ἐλαφυροπώλησε τὸν τῶν θεῶν κόσμονText Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 13.29.2
Diodorus Siculus
κοσμεῖν ἐψηφίσασθε δημοσίᾳ τοὺς τάφους τῶν μετηλλαχότων: καὶ τίνα καλλίονα κόσμον εὑρήσετε τοῦ κολάσαι τοὺς ἐκείνων αὐτόχειρας;Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 12.70.5
Diodorus Siculus
ὅμως δὲ τοσοῦτο πλῆθος τῶν ἀναιρεθέντων ἦν, ὥστε τοὺς Θηβαίους ἐκ τῆς τῶν λαφύρων τιμῆς τήν τε στοὰν τὴν μεγάλην ἐν ἀγορᾷ κατασκευάσαι καὶ χαλκοῖς ἀνδριᾶσι κοσμῆσαι, τοὺς δὲ ναοὺς καὶ τὰς κατὰ τὴν ἀγορὰν στοὰς τοῖς ὅπλοις τοῖς ἐκ τῶν σκύλων προσηλωθεῖσι καταχαλκῶσαι: τήν τε τῶν Δηλίων πανήγυριν ἀπὸ τούτων τῶν χρημάτων ἐνεστήσαντο ποιεῖν.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 11.82.5
Diodorus Siculus
ὁ δὲ Μυρωνίδης μετὰ τὴν γενομένην νίκην Τάναγραν μὲν ἐκπολιορκήσας, περιεῖλεν αὐτῆς τὰ τείχη, τὴν δὲ Βοιωτίαν ἅπασαν ἐπιὼν ἔτεμνε καὶ κατέφθειρε καὶ τοῖς στρατιώταις διελὼν τὰ λάφυρα πάντας ὠφελείαις ἁδραῖς ἐκόσμησεν.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 11.33.3
Diodorus Siculus
ὁμοίως δὲ καὶ ὁ τῶν Ἀθηναίων δῆμος ἐκόσμησε τοὺς τάφους τῶν ἐν τῷ Περσικῷ πολέμῳ τελευτησάντωνText Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
Library 11.25.1-2
Diodorus Siculus
ὁ δὲ Γέλων μετὰ τὴν νίκην τούς τε ἱππεῖς τοὺς ἀνελόντας τὸν Ἀμίλκαν δωρεαῖς ἐτίμησε καὶ τῶν ἄλλων τοὺς ἠνδραγαθηκότας ἀριστείοις ἐκόσμησε. τῶν δὲ λαφύρων τὰ καλλιστεύοντα παρεφύλαξε, βουλόμενος τοὺς ἐν ταῖς Συρακούσαις νεὼς κοσμῆσαι τοῖς σκύλοις: τῶν δ᾽ ἄλλων πολλὰ μὲν ἐν Ἱμέρᾳ προσήλωσε τοῖς ἐπιφανεστάτοις τῶν ἱερῶν, τὰ δὲ λοιπὰ μετὰ τῶν αἰχμαλώτων διεμέρισε τοῖς συμμάχοις, κατὰ τὸν ἀριθμὸν τῶν συστρατευσάντων τὴν ἀναλογίαν ποιησάμενος. αἱ δὲ πόλεις εἰς πέδας κατέστησαν τοὺς διαιρεθέντας αἰχμαλώτους, καὶ τὰ δημόσια τῶν ἔργων διὰ τούτων ἐπεσκεύαζον. πλείστους δὲ λαβόντες Ἀκραγαντῖνοι τήν τε πόλιν αὐτῶν καὶ τὴν χώραν ἐκόσμησαν:Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Latium: Rome -
IGLSyr 1 47
Antiochus I of Commagene
ἱερεύς, ὅστις ὑπ’ ἐμοῦ καθέσταται, βασιλέων προ- priest, who was established by meγόνων ἐμῶν τῶν καθοσιωθέντων ἐν Ἀρσαμείαι [ἐν] θε- [ᾶ]ς Ἀργ[α]νδηνῆς περιβόλωι, ὅστις τε ἂν ὕστερον κα[τ]α[στ]α- [θῇ μέ]χρι παντὸς αἰῶνος, ἐκεῖνος ἠλευθερωμένος [ἄ]λ[λ]ης[χρ]εία[ς ἁ]πάσης ἀνε[μπόδισ]τος ἀπροφασιστός τε ἱεροθε-[σίοις τούτοις] π[ρο]σ[καρτερείτ]ω, [προνο]ούμενος θεραπεί-[ας τε καὶ κόσμου πρέποντο]ς ἱερῶν ἀ[γα]λ[μάτων]. ἐν δὲ[γενεθλίοις ἡμ]έ[ρα]ι[ς, ἃς ἐμμή]ν[ους ἄγει]ν ἑκάστου [κα]τ[ὰ] [πᾶν ἔτος ἀεὶ διατέταχα, κόσμον Περσικ]ῆς [ἐ]σθῆτος ἀνα-[λαμβάνων,Text Category: InscriptionCentury Range: 1st century BCEDate: 64-38Location: Commagene: Arsameia -
Ephesos 262
Unknown
Κλαυδίωι Καίσαρι Σεβαστῶι τῶι αὐτοκράτ[ορι][—] Ἀ̣πελλῆς χειλίαρχος λεγιῶνος ἕκτης σιδηρᾶς ἔπα[ρχος —][—] καὶ τῶι συνεπιφερομένωι αὐταῖς κόσμῳ καὶ τὴν λε[ίπουσαν? —][—]ων ἀποθήκην καὶ τὰς ἐπικειμένας τοῖς παλαιστρο[—]Text Category: Inscription: dedicationCentury Range: 1st century CEDate: 41-54Location: Ionia: Ephesos -
IG XII,1 832
Unknown
ἐπισκευάσαν-τα δὲ καὶ ἀνοικοδομήσαντα πάντα τὸν περι-κείμενον τᾷ ἀκροπόλει κόσμονText Category: InscriptionCentury Range: imperial periodLocation: Rhodes: Lindos -
ID 372
Unknown
κρατῆρα ἀργυροῦν — — ἀπὸ τοῦ]ὠτὸς τοῦ ἑνὸς τὸν κόσμον οὐκ [ἔχοντα… καὶ ἔφασαν εὑρεθῆναι οἱ [ἱεροποιοὶ Πολ]ύξενος, Σώκριτος τοῦ κόσμου τοῦ κρατῆρος[κ]λάσματα ΙΙ.Text Category: InscriptionCentury Range: 3rd century BCEDate: 200Location: Delos -
ID 371
Unknown
κρατὴρ ἀργυροῦς, ἀπὸ τοῦ ὠτὸς ἑκατέρου χηνίσκον οὐ]κ ἔχων κα[ὶ] τοῦ[ἑνὸς ὠτὸς τὸν κόσμον οὐκ ἔχωνText Category: InscriptionCentury Range: 3rd century BCEDate: 202-201Location: Delos -
ID 366
Unknown
κρα[τῆ]ρα ἀργυροῦν ἀ[πὸ]τοῦ ὠτὸς ἑκατέρου χηνίσκον ἀποκεκλασμένον καὶ τὸν κόσμον τοῦ ἑνὸς ὠτόςText Category: InscriptionCentury Range: 3rd century BCEDate: 207Location: Delos