Timaeus
Item set
- Title
-
Timaeus
Items
-
History Fragment 164 line 236
Timaeus
μετὰ δὲ ταύτην τὴν νῆσόν ἐστιν ἑτέρα τὴν μὲν προσηγορίαν ἔχουσα Γαῦλος, πελαγία δὲ καὶ λιμέσιν εὐκαίροις κεκοσμημένη, Φοινίκων ἄποικος.Text Category: Literature: proseCentury Range: 4th century BCE -
History Fragment 150b line 2
Timaeus
Τὸν δὲ νεὼν τῆς Ἀρτέμιδος πρῶτος μὲν Χερσίφρων ἠρχιτεκτόνησεν, εἶτ΄ ἄλλος ἐποίησε μείζω• ὡς δὲ τοῦτον Ἡρόστρατός τις ἐνέπρησεν, ἄλλον ἀμείνω κατεσκεύασαν συνενέγκαντες τὸν τῶν γυναικῶν κόσμον καὶ τὰς ἰδίας οὐσίας, διαθέμενοι δὲ καὶ τοὺς προτέρους κίοναςText Category: Literature: proseCentury Range: 4th century BCE -
History Fragment 111 line 2
Timaeus
τὸν αὐτὸν τρόπον ἐπὶ *** τοῦ Διονυσίου τοῦ τυράννου, κλινοκοσμοῦντος καὶ τὰς τῶν ὑφασμάτων ἰδιότητας καὶ ποικιλίας ἐξεργαζομένου συνεχῶς.Text Category: Literature: proseCentury Range: 4th century BCE -
History Fragment 164 line 236
Timaeus
αὕτη γὰρ λιμέσι τε καλοῖς ὑπὸ τῆς φύσεως κεκόσμηται καὶ θερμοῖς ὕδασι τοῖς διαβεβοημένοις: οὐ μόνον γὰρ πρὸς ὑγίειαν τῶν νοσούντων τὰ κατ᾽ αὐτὴν λουτρὰ πολλὰ συμβάλλεται, ἀλλὰ καὶ κατὰ τὴν τῶν θερμῶν ὑδάτων ἰδιότητα παρέχεται τέρψιν καὶ ἀπόλαυσιν οὐ τὴν τυχοῦσαν.Text Category: Literature: proseCentury Range: 4th century BCE