Statue - Ornamented - Definite

Item set

Items

Advanced search
  • Vita decem oratorum 11

    Plutarch
    ἔτι δὲ αἱρεθεὶς ὑπὸ τοῦ δήμου χρήματα πολλὰ συνήγαγεν εἰς τὴν ἀκρόπολιν, καὶ παρασκευάσας τῇ θεῷ κόσμον, Νίκας τε ὁλοχρύσους πομπεῖά τε χρυσᾶ καὶ ἀργυρᾶ καὶ κόσμον χρυσοῦν εἰς ἑκατὸν κανηφόρους χειροτονηθεὶς δὲ ἐπὶ τῆς τοῦ πολέμου παρασκευῆς ὅπλα μὲν πολλὰ καὶ βελῶν μυριάδας πέντε ἀνήνεγκεν εἰς τὴν ἀκρόπολιν, τετρακοσίας δὲ τριήρεις πλωΐμους κατεσκεύασε, τὰς μὲν ἐπισκευάσας τὰς δὲ ἐξ ἀρχῆς ναυπηγησάμενος

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • De vitando aere alieno 1

    Plutarch
    καίτοι ὅ γε Περικλῆς ἐκεῖνος τὸν τῆς θεᾶς κόσμον, ἄγοντα τάλαντα τεσσαράκοντα χρυσίου ἀπέφθου, περιαιρετὸν ἐποίησεν, ὅπως, ἔφη, χρησάμενοι πρὸς τὸν πόλεμον αὖθις ἀποδῶμεν μὴ ἔλαττον

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Greek Anthology 2.1

    Christodorus of Thebes
    ἐγγύθι δ᾽ αὐτοῦ μαντιπόλος πάλιν ἄλλος ἔην Φοιβηίδι δάφνῃ κοσμηθεὶς Πολύειδος

    Text Category: Literature: epigram
    Century Range: 6th century CE

  • Nausias, Oration 107 fragment 238 line 3

    Lysias
    Λιθουργικὴ καὶ λιθοτριβικὴ διαφέρει. ἡ μὲν λιθουργική, ἣν ἐν τοῖς μετάλλοις ἐργάζονται οἱ τέμνοντες τοὺς λίθους, ἡ δὲ λιθοτριβική ἐστιν, ἣν μετίασιν οἱ καταξαίνοντες καὶ κοσμοῦντες τοὺς λίθους ὥστ' ἀπειληφέναι τὴν εὐπρέπειαν ἕκαστον τῶν ἔργων. Λυσίας ἐν τῷ πρὸς Ναυσίαν περὶ τοῦ τύπου· ἀλλὰ διὰ τὸ τρεῖς τέχνας ἐργάζεσθαι, τήν τε λιθουργικὴν καὶ λιθοτριβικὴν καὶ πρὸς τούτοις τὸ τετρυφηκέναι.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Fragment 45q line 15

    Ctesias
    ἐκ δὴ τῶνδε τῶν ποικίλων κεράτων πίνειν Ἰνδοὺς ἀκούω, καὶ ταῦτα οὐ πάντας, ἀλλὰ τοὺς τῶν Ἰνδῶν κρατίστους, ἐκ διαστημάτων αὐτοῖς χρυσὸν περιχέαντας, οἱονεὶ ψελίοις τισὶ κοσμήσαντας βραχίονα ὡραῖον ἀγάλματος

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Speeches 4.25 (In Defence of Euxenippus)

    Hyperides
    ὡς οἷόν τε κάλλιστον καὶ τἆλλα πάντα τὰ ἀκόλουθα, καὶ κόσμον πολὺν καὶ πολυτελῆ τῇ θεῷ παρασκευάσαντες, καὶ θεωρίαν καὶ θυσίαν πολλῶν χρημάτων ἀποστείλαντες, ἐπεκοσμήσατε τὸ ἕδος τῆς Διώνης ἀξίως καὶ ὑμῶν αὐτῶν καὶ τῆς θεοῦ. ὑπὲρ τούτων ὑμῖν τὰ ἐγκλήματα ἦλθε παρ’ Ὀλυμπιάδος ἐν ταῖς ἐπιστολαῖς, ὡς ἡ χώρα εἴη ἡ Μολοττία [Note] αὑτῆς, ἐν ᾗ τὸ ἱερόν ἐστιν· οὔκουν προσήκειν ἡμᾶς τῶν ἐκεῖ οὐδὲ ἓν κινεῖν. ἐὰν μὲν τοίνυν τὰ περὶ τὴν φιάλην γεγονότα ἐν ἀδικήματι ψηφίσησθε εἶναι, τρόπον τινὰ καὶ ἡμῶν αὐτῶν καταγιγνώσκομεν ὡς τὰ ἐκεῖ οὐκ ὀρθῶς ἐπράξαμεν· ἐὰν δ’ ἐπὶ τοῦ γεγενημένου ἐῶμεν, τὰς τραγῳδίας αὐτῆς καὶ τὰς κατηγορίας ἀφῃρηκότες ἐσόμεθα. οὐ γὰρ δήπου Ὀλυμπιάδι μὲν τὰ Ἀθήνησιν ἱερὰ ἐπικοσμεῖν ἔξεστιν, ἡμῖν δὲ τὰ ἐν Δωδώνῃ οὐκ ἐξέσται, καὶ ταῦτα τοῦ θεοῦ προστάξαντος.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Date: 330
    Location: Athens

  • Histories 6.53.4-6

    Polybius
    μετὰ δὲ ταῦτα θάψαντες καὶ ποιήσαντες τὰ νομιζόμενα τιθέασι τὴν εἰκόνα τοῦ μεταλλάξαντος εἰς τὸν ἐπιφανέστατον τόπον τῆς οἰκίας, ξύλινα ναΐδια περιτιθέντες. ἡ δ᾽ εἰκών ἐστι πρόσωπον εἰς ὁμοιότητα διαφερόντως ἐξειργασμένον καὶ κατὰ τὴν πλάσιν καὶ κατὰ τὴν ὑπογραφήν. ταύτας δὴ τὰς εἰκόνας ἔν τε ταῖς δημοτελέσι θυσίαις ἀνοίγοντες κοσμοῦσι φιλοτίμως, ἐπάν τε τῶν οἰκείων μεταλλάξῃ τις ἐπιφανής, ἄγουσιν εἰς τὴν ἐκφοράν, περιτιθέντες ὡς ὁμοιοτάτοις εἶναι δοκοῦσι κατά τε τὸ μέγεθος καὶ τὴν ἄλλην περικοπήν.

    Text Category: Literature: prose
    Century Range: 2nd century BCE
    Location: Rome

  • Economics 5.3

    Xenophon
    ἔπειτα δὲ ὅσοις κοσμοῦσι βωμοὺς καὶ ἀγάλματα καὶ οἷς αὐτοὶ κοσμοῦνται, καὶ ταῦτα μετὰ ἡδίστων ὀσμῶν καὶ θεαμάτων παρέχει:

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Date: 362-354

  • Greater Hippias 289c-e

    Plato
    Σωκράτης ‘εἰ δέ σε ἠρόμην,’ φήσει, ‘ἐξ ἀρχῆς τί ἐστι καλόν τε καὶ αἰσχρόν, εἴ μοι ἅπερ νῦν ἀπεκρίνω, ἆρ᾽ οὐκ ἂν ὀρθῶς ἀπεκέκρισο; ἔτι δὲ καὶ δοκεῖ σοι αὐτὸ τὸ καλόν, ᾧ καὶ τἆλλα πάντα κοσμεῖται καὶ καλὰ φαίνεται, ἐπειδὰν προσγένηται ἐκεῖνο τὸ εἶδος, τοῦτ᾽ εἶναι παρθένος ἢ ἵππος ἢ λύρα;’ Ἱππίας ἀλλὰ μέντοι, ὦ Σώκρατες, εἰ τοῦτό γε ζητεῖ, πάντων ῥᾷστον ἀποκρίνασθαι αὐτῷ τί ἐστι τὸ καλὸν ᾧ καὶ τὰ ἄλλα πάντα κοσμεῖται καὶ προσγενομένου αὐτοῦ καλὰ φαίνεται. εὐηθέστατος οὖν ἐστιν ὁ ἄνθρωπος καὶ οὐδὲν ἐπαΐει περὶ καλῶν κτημάτων. ἐὰν γὰρ αὐτῷ ἀποκρίνῃ ὅτι τοῦτ᾽ ἐστὶν ὃ ἐρωτᾷ τὸ καλὸν οὐδὲν ἄλλο ἢ χρυσός, ἀπορήσει καὶ οὐκ ἐπιχειρήσει σε ἐλέγχειν. ἴσμεν γάρ που πάντες ὅτι ὅπου ἂν τοῦτο προσγένηται, κἂν πρότερον αἰσχρὸν φαίνηται, καλὸν φανεῖται χρυσῷ γε κοσμηθέν.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Date: 390

  • Hippolytus 630-633

    Euripides
    ὁ δ᾽ αὖ λαβὼν ἀτηρὸν ἐς δόμους φυτὸν γέγηθε κόσμον προστιθεὶς ἀγάλματι καλὸν κακίστῳ καὶ πέπλοισιν ἐκπονεῖ δύστηνος, ὄλβον δωμάτων ὑπεξελών.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 428
    Location: Athens

  • Suppliant Women 463

    Aeschylus
    νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 460-469
    Location: Athens

  • Vita Apollonii 6.19

    Philostratus the Athenian
    Κόσμου γὰρ ἐπιμελήσεται τέχνη πᾶσα, ὅτι καὶ αὐτὸ τὸ εἶναι τέχνας ὑπὲρ κόσμου εὕρηται. ἀνυποδησία δὲ καὶ τρίβων καὶ πήραν ἀνῆφθαι κόσμου εὕρημα· καὶ γὰρ τὸ γυμνοῦσθαι, καθάπερ ὑμεῖς, ἔοικε μὲν ἀκατασκεύῳ τε καὶ λιτῷ σχήματι, ἐπιτετήδευται δὲ ὑπὲρ κόσμου καὶ οὐδὲ ἄπεστιν αὐτοῦ τὸ ‘ἑτέρῳ’ φασὶ ‘τύφῳ.’

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Statuarum Descriptiones 7

    Callistratus
    ἐκόσμει δὲ αὐτὸν τιάρα Περσικὴ χρυσῷ κατάστικτος ἀπὸ κορυφῆς εἰς ὕψος ἀνέχουσα, χιτὼν δὲ ἐξ ὤμων ἀπαγόμενος εἰς πόδας τελαμῶνι χρυσέῳ κατὰ στέρνων ἐσφίγγετο

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • Statuarum Descriptiones 5

    Callistratus
    σχῆμα δὲ ἦν τὸ κοσμοῦν τοιόνδε· πέπλος λευκανθὴς ὁμόχρως τῷ σώματι τοῦ λίθου περιθέων εἰς 30κύκλον, κατὰ τὸν δεξιὸν ὦμον περονηθεὶς ὑπὲρ γόνυ καταβαίνων ἐπαύετο μόνην ἀπὸ τοῦ πορπήματος ἐλευθερῶν τὴν χεῖρα.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE

  • Historiae Romanae 51.22.2

    Cassius Dio
    ἐνέστησε δὲ ἐς αὐτὸ τὸ ἄγαλμα τὸ τῆς Νίκης τὸ καὶ νῦν ὄν, δηλῶν, ὡς ἔοικεν, ὅτι παρ᾿ αὐτῆς τὴν ἀρχὴν ἐκτήσατο· ἦν δὲ δὴ τῶν Ταραντίνων, καὶ ἐκεῖθεν ἐς τὴν Ῥώμην κομισθὲν ἔν τε τῷ συνεδρίῳ ἱδρύθη καὶ Αἰγυπτίοις λαφύροις ἐκοσμήθη.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Varia Historia 9.39

    Aelian
    νεανίσκος δὲ Ἀθήνησι τῶν εὖ γεγονότων πρὸς τῷ πρυτανείῳ ἀνδριάντος ἑστῶτος τῆς Ἀγαθῆς Τύχης θερμότατα ἠράσθη. κατεφίλει γοῦν τὸν ἀνδριάντα περιβάλλων, εἶτα ἐκμανεὶς καὶ οἰστρηθεὶς ὑπὸ τοῦ πόθου, παρελθὼν ἐς τὴν βουλὴν καὶ λιτανεύσας ἕτοιμος ἦν πλείστων χρημάτων τὸ ἄγαλμα πρίασθαι. ἐπεὶ δὲ οὐκ ἔπειθεν, ἀναδήσας πολλαῖς ταινίαις καὶ στεφανώσας τὸ ἄγαλμα καὶ θύσας καὶ κόσμον αὐτῷ περιβαλὼν πολυτελῆ εἶτα ἑαυτὸν ἀπέκτεινε, μυρία προκλαύσας.`

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Rome

  • Varia Historia 1.20

    Aelian
    Διονύσιος ἐξ ἁπάντων τῶν ἐν Συρακούσαις ἱερῶν ἐσύλησε τὰ χρήματα. τοῦ δὲ ἀγάλματος τοῦ Διὸς περιεῖλε τὴν ἐσθῆτα καὶ τὸν κόσμον, ὃς ἦν, φασι, χρυσίου πέντε καὶ ὀγδοήκοντα ταλάντων

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Rome

  • De Natura Animalium 10.22

    Aelian
    Αἰγύπτιοι δὲ Ἥρας μὲν ἱερὸν ὄρνιν εἶναι πεπιστεύκασι τὸν γῦπα, κοσμοῦσι δὲ τὴν τῆς Ἴσιδος κεφαλὴν γυπὸς πτεροῖς, καὶ τοῖς τῶν προπυλαίων ὀρόφοις ἐνετόρευσαν γυπῶν πτέρυγας

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Rome

  • De Natura Animalium 4.52

    Aelian
    ἐκ δὴ τῶνδε τῶν ποικίλων κεράτων πίνειν Ἰνδοὺς ἀκούω, καὶ ταῦτα οὐ πάντας, ἀλλὰ τοὺς τῶν Ἰνδῶν κρατίστους, ἐκ διαστημάτων αὐτοῖς χρυσὸν περιχέαντας, οἱονεὶ ψελίοις τισὶ κοσμήσαντας βραχίονα ὡραῖον ἀγάλματος

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Rome

  • Deipnosophistae 14.51

    Athenaeus
    ὦ τὴν εὐτυχῆ ναίων Πάρον, ὄλβιε πρέσβυ, ἣ κάλλιστα φέρει χώρα δύο τῶν συναπασῶν, κόσμον μὲν μακάρεσσι λίθον, θνητοῖς δὲ πλακοῦντας.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Deipnosophistae 5.28

    Athenaeus
    προέκειτο δὲ αὐτοῦ κρατὴρ Λακωνικὸς χρυσοῦς μετρητῶν δεκαπέντε καὶ τρίπους χρυσοῦς, ἐφ᾽ οὗ θυμιατήριον χρυσοῦν καὶ φιάλαι δύο χρυσαῖ , κασίας μεσταὶ καὶ κρόκου, περιέκειτο δ᾽ αὐτῷ καὶ σκιὰς ἐκ κισσοῦ καὶ ἀμπέλου καὶ τῆς λοιπῆς ὀπώρας κεκοσμημένη, προσήρτηντο δὲ καὶ στέφανοι καὶ ταινίαι καὶ θύρσοι καὶ τύμπανα καὶ μίτραι πρόσωπά τε σατυρικὰ καὶ κωμικὰ καὶ τραγικά.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • SIRIS 00533a = RICIS-02, 00503/1104 = Epigraphica-2004-100 = AE 2004, 00365

    Unknown
    T(itus) Statilius Optatio statuam columellis / et aetomate ornavit

    Text Category: Inscription
    Century Range: 2nd century CE
    Date: second half
    Location: Latium: Ostia

  • CIL 08, 00993 (p 2440) = CIL 08, 12454 = D 04433

    Unknown
    Aedem quam Cassia Maximula Flaminica divae Plotinae Caelesti deae voverat Sextili Martialis mari/tus sacerdos publicus omnibus honoribus functus et Martialis filius flamen perpetuus aedilis suo / sumtu a solo aedificatam d(ecreto) d(ecurionum) marmoribus et museis et statua pudicitiae Aug(ustae) et Thorace Caelestis / Augustae ornaverunt et die dedicationis decurionibus sportulas dederunt

    Text Category: Inscription
    Century Range: 2nd century CE
    Location: Africa Proconsularis: Karpis

  • CIL 06, 00607 (p 3006) = CIL 06, 30801b

    Unknown
    Domus Aug(ustae) sacrum / Q(uintus) Haterius Tychicus redempt(um) aedic(u)l(am) et signum / Herculis ex imperio Domini Silvani impensa sua / fecit et exornavit marmoribus / dedic(ata) V K(alendas) Maias / et [3] / co(n)s(ulibus) / imperio / Domini Silvani / C(aius) Sosidius Septumus / d(onum) d(edit)

    Text Category: Inscription: base
    Century Range: 2nd century CE
    Date: first quarter
    Location: Latium: Rome

  • CIL 05, 05878 = D 06735

    Unknown
    C(aio) Petronio Iucu[ndo] / VIvir(o) sen(iori) / Petronia Myrsile patrono / quae HS CCCC leg(avit) possessoribus / vici Bardomag(i) in herm(am) / tuend(am) et rosa quodannis / ornandam

    Text Category: Inscription: herm
    Century Range: 2nd century CE
    Location: Transpadana: Mediolanum