Statue - Ornamented - Definite

Item set

Items

Advanced search
  • AE 2000, 00344 = AE 2003, +00279 = AE 2004, +00423 = AE 2007, +00359

    Unknown
    Augustales corp(orati) si heredi meo caverent hanc voluntatem meam ratam / futuram neq(ue) in alias usus pecuniam i(nfra) s(criptam) erogaturos transferturosve / et ex reditu{s} pequniae(!) erogaturos quod annis ut infra scriptum est / simulacris Geni(i) municipi(i) et classis Tutelae tergendis ungendisq(ue) [3] | quoq(ue) ex HS IIII n(ummum) item viola exornandis HS XVI n(ummum) itemq(ue) rosa or/nandis HS XVI n(ummum) et ad cepotafium meum quod annis die Parenta/liorum luctatorib(us) paribus decem in eo loco victoribus sing(ulis) HS VIII / superatis sing(ulis) HS IIII n(ummum) oleum HS XVI n(ummum) vernis HS LX n(ummum) conducto/ri harenae HS VIII n(ummum) sepulcro exornando viola HS XVI item ro/sa HS XVI n(ummum)... cum Nymphidia Monime quondam Comini Abascanti / collegae nostri tam circa exornationem municipi(i) / munifici quam erga sanctissimo decurionum / ordini nobisque ac municipibus nostris debitam / gratiam admodum rei familiaris suae liberalis / uxor secuta mariti sui peculiarem munificentiam / obsequentissime reuerenterque nos fovere perseve/rans non solum suo verum etiam memoriae eius / suffragantis ei aput nos nomine honorificum de no/bis mereatur titulum conveniatque nobis hanc / eius bonam voluntatem digne remunerare / placere Augustalibus Nymphidiam Monimen in / corpore nostro adlegi eique sportulas dierum / sollemnium ac divisiones quas viritim ac/cipimus dari

    Text Category: Inscription: base
    Century Range: 2nd century CE
    Date: 148-149
    Location: Campania: Misenum

  • Mithridatic Wars 7.117

    Appian
    ἐπὶ τέλει δὲ ἐδείχθη καὶ ὡς ἀπέθανεν αἵ τε παρθένοι αἱ συναποθανεῖν αὐτῷ ἑλόμεναι παρεζωγράφηντο, καὶ τῶν προαποθανόντων υἱέων καὶ θυγατέρων ἦσαν γραφαί, θεῶν τε βαρβαρικῶν εἰκόνες καὶ κόσμοι πάτριοι.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Geography 8.3.30

    Strabo
    ἐκοσμήθη δ᾽ ἐκ τοῦ πλήθους τῶν ἀναθημάτων, ἅπερ ἐκ πάσης ἀνετίθετο τῆς Ἑλλάδος: ὧν ἦν καὶ ὁ χρυσοῦς σφυρήλατος Ζεύς, ἀνάθημα Κυψέλου τοῦ Κορινθίων τυράννου. μέγιστον δὲ τούτων ὑπῆρξε τὸ τοῦ Διὸς ξόανον, ὃ ἐποίει Φειδίας Χαρμίδου Ἀθηναῖος ἐλεφάντινον, τηλικοῦτον τὸ μέγεθος ὡς καίπερ μεγίστου ὄντος τοῦ νεὼ δοκεῖν ἀστοχῆσαι τῆς συμμετρίας τὸν τεχνίτην, καθήμενον ποιήσαντα, ἁπτόμενον δὲ σχεδόν τι τῇ κορυφῇ τῆς ὀροφῆς ὥστ᾽ ἔμφασιν ποιεῖν, ἐὰν ὀρθὸς γένηται διαναστάς, ἀποστεγάσειν τὸν νεών. ἀνέγραψαν δέ τινες τὰ μέτρα τοῦ ξοάνου, καὶ Καλλίμαχος ἐν ἰάμβῳ τινὶ ἐξεῖπε. πολλὰ δὲ συνέπραξε τῷ Φειδίᾳ Πάναινος ὁ ζωγράφος, ἀδελφιδοῦς ὢν αὐτοῦ καὶ συνεργολάβος, πρὸς τὴν τοῦ ξοάνου διὰ τῶν χρωμάτων κόσμησιν καὶ μάλιστα τῆς ἐσθῆτος.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Alcibiades 34.1

    Plutarch
    δρῶσι δὲ τὰ ὄργια Πραξιεργίδαι Θαργηλιῶνος ἕκτῃ φθίνοντος ἀπόρρητα, τόν τε κόσμον καθελόντες καὶ τὸ ἕδος κατακαλύψαντες.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Description of Greece 9.32.1

    Pausanias
    τοῖς δὲ ἐν Κρεύσιδι, ἐπινείῳ τῷ Θεσπιέων, οἰκοῦσιν ἐν κοινῷ μέν ἐστιν οὐδέν, ἐν ἰδιώτου δὲ ἀνδρὸς ἄγαλμα ἦν Διονύσου γύψου πεποιημένον καὶ ἐπικεκοσμημένον γραφῇ.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 9.12.4

    Pausanias
    Πολύδωρον δὲ τὸ ξύλον τοῦτο χαλκῷ λέγουσιν ἐπικοσμήσαντα Διόνυσον καλέσαι Κάδμον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 5.11.8

    Pausanias
    ἐπὶ δὲ τοῦ βάθρου <τοῦ> τὸν θρόνον τε ἀνέχοντος καὶ ὅσος ἄλλος κόσμος περὶ τὸν Δία, ἐπὶ τούτου τοῦ βάθρου χρυσᾶ ποιήματα, ἀναβεβηκὼς ἐπὶ ἅρμα Ἤλιος καὶ Ζεύς τέ ἐστι καὶ Ἥρα, <ἔτι δὲ Ἥφαιστος,> παρὰ δὲ αὐτὸν Χάρι

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 3.16.1

    Pausanias
    τὸ μὲν δὴ ἕτερον τῶν ἀγαλμάτων ἱερασαμένη τις ταῖς θεαῖς Λευκιππὶς ἐπεκόσμησε, πρόσωπον ἀντὶ τοῦ ἀρχαίου ποιησαμένη τῆς ἐφ’ ἡμῶν τέχνης τὸ δὲ ἕτερον μὴ καὶ τοῦτο ἐπικοσμεῖν αὐτὴν ἀπεῖπεν ὄνειρον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 3.10.8

    Pausanias
    Λακεδαιμονίοις γὰρ ἐπιφανέστερά ἐστι τὰ ἐς τὸν Ἀμυκλαῖον, ὥστε καὶ τὸν χρυσόν, ὃν Κροῖσος ὁ Λυδὸς τῷ Ἀπόλλωνι ἔπεμψε τῷ Πυθαεῖ, τούτῳ ἐς κόσμον τοῦ ἐν Ἀμύκλαις κατεχρήσαντο ἀγάλματος.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 2.13.6

    Pausanias
    ἀνάκειται δὲ ἐπὶ τῆς ἀγορᾶς αἲξ χαλκῆ, τὰ πολλὰ ἐπίχρυσος· παρὰ δὲ Φλιασίοις τιμὰς ἐπὶ τῷδε εἴληφε. τὸ ἄστρον ἣν ὀνομάζουσιν αἶγα ἀνατέλλουσα τὰς ἀμπέλους λυμαίνεται συνεχῶς· ἵνα δὲ ἄχαρι μηδὲν ἀπ’ αὐτῆς γένηται, οἱ δὲ τὴν ἐπὶ τῆς ἀγορᾶς χαλκῆν αἶγα ἄλλοις τε τιμῶσι καὶ χρυσῷ τὸ ἄγαλμα ἐπικοσμοῦντες.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 2.2.6

    Pausanias
    λόγου δὲ ἄξια ἐν τῇ πόλει τὰ μὲν λειπόμενα ἔτι τῶν ἀρχαίων ἐστίν, τὰ δὲ πολλὰ αὐτῶν ἐπὶ τῆς ἀκμῆς ἐποιήθη τῆς ὕστερον. ἔστιν οὖν ἐπὶ τῆς ἀγορᾶς— ἐνταῦθα γὰρ πλεῖστά ἐστι τῶν ἱερῶν—Ἄρτεμίς τε ἐπίκλησιν Ἐφεσία καὶ Διονύσου ξόανα ἐπίχρυσα πλὴν τῶν προσώπων: τὰ δὲ πρόσωπα ἀλοιφῇ σφισιν ἐρυθρᾷ κεκόσμηται: Λύσιον δέ, τὸν δὲ Βάκχειον ὀνομάζουσι.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 1.40.4

    Pausanias
    ὄπισθε δὲ τοῦ ναοῦ κεῖται ξύλα ἡμίεργα: ταῦτα ἔμελλεν ὁ Θεόκοσμος ἐλέφαντι καὶ χρυσῷ κοσμήσας τὸ ἄγαλμα ἐκτελέσειν τοῦ Διός.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Antiquities of the Jews 15.279-280

    Flavius Josephus
    Ἡρώδης δὲ τεταραγμένους ὁρῶν καὶ μὴ ῥᾳδίως ἂν μεταπεσόντας, εἰ μὴ τύχοιεν παρηγορίας, καλέσας αὐτῶν τοὺς ἐπιφανεστάτους εἰς τὸ θέατρον παρήγαγεν καὶ δείξας τὰ τρόπαια, τί ποτ’ ἔστιν ὃ δοκεῖ ταῦτα αὐτοῖς ἐπύθετο. τῶν δὲ ἐκβοησάντων ἀνθρώπων εἰκόνες, ἐπιτάξας ἀφαιρεθῆναι τὸν περιθέσιμον κόσμον ἐπιδείκνυσιν αὐτοῖς γυμνὰ τὰ ξύλα. τὰ δ’ εὐθὺς ἦν ἀποσυληθέντα γέλως καὶ πλεῖστον εἰς διάχυσιν ἐδυνήθη τὸ καὶ πρότερον αὐτοὺς ἐν εἰρωνείᾳ τίθεσθαι τὰς κατασκευὰς τῶν ἀγαλμάτων.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Library 12.40.3

    Diodorus Siculus
    ἔν τε τοῖς ἱεροῖς ἀπεδείκνυεν ἀναθημάτων τε πλῆθος καὶ τὸ τῆς Ἀθηνᾶς ἄγαλμα ἔχειν χρυσίου πεντήκοντα τάλαντα, ὡς περιαιρετῆς οὔσης τῆς περὶ τὸν κόσμον κατασκευῆς:

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Lindos II 2

    Unknown
    Λίνδιοι ἀπὸ τῶν ἐκ Κρήτας λαφύρων δεκάταν  τάν τε χρυσέαν στεφάναν καὶ τοὺς ὅρμους καὶ  τοῦ ἄλλου κόσμου, ὃν εἶχε τὸ ἄγαλμα, κατεσκευά-  ξαντο τὸν πλεῖστον

    Text Category: Inscription
    Century Range: 1st century BCE
    Date: 99
    Location: Rhodes: Lindos

  • IG XI,2 162

    Unknown
    τοῦ κόσμου τοῦ ἀγάλ- [ματος τοῦ τὴν ἐρειᾶν ἐσθῆτα ἔχοντος

    Text Category: Inscription
    Century Range: 3rd century BCE
    Date: 278
    Location: Delos

  • IG XI,2 161

    Unknown
    ὁ κόσμος ὁ τοῦ ἀγάλματος τοῦ τὴν ἐρειᾶν ἐσθῆτα ἔχοντος

    Text Category: Inscription
    Century Range: 3rd century BCE
    Date: 278
    Location: Delos

  • ID 290

    Unknown
    Ὠφελίωνι ἐγλαβόντι τῆς Ἀρτέμιδος τὸ ἄγαλμα τῆς ἐν Νήσωι ἐπικοσμῆσαι… Ὠ]φελίωνι ἐργολαβήσαντι τῆς Ἀφροδίτης τὸ ἄγαλμα ἧς ἀνέθηκε Στησίλεως ἐγκαῦσαι καὶ ἐπικοσμῆσαι κατὰ συγ[γραφὴν… Ὠφελίωνι ἐργολαβήσαντι τὰ τρία ἀγάλματα τὰ ἐν τῶι Πυθίωι ἐγκαῦ[σ]αι καὶ ξῦσαι τὰ χρήιζοντα τῶν [ἐπε]- 230 [σκευασμένων?] καὶ χρυσῶσαι καὶ τὸν λοιπὸν κόσμον ἅπαντα περιθεῖναι καθὰ ἐξ ἀρχῆς εἶχ̣[ε]ν... παρὰ [Δι]οφάντου μναῖ δύο, 𐅃𐅂𐅂𐅂· Ἀρ — — [ἐγλα βόντι τοὺς] στεφάνους καὶ τὸν λοιπὸν κόσμον ἐπισκευ[ά]σαι

    Text Category: Inscription
    Century Range: 3rd century BCE
    Date: 246
    Location: Delos

  • Schwenk, Athens 21

    Unknown
    ποήσασθαι δὲ] κ̣α̣ὶ τῶ[ι] Διονύσωι κόσμον [ἑκάστου το]ῦ ἐνιαυτοῦ ἐν τῆι τετραετίαι ἐκ [τῶν ἱερῶν χρημάτων ․․․․11․․․․․]σ̣αι τῆ̣ι Ἀθηνᾶι τῆι̣ Ἰ̣τωνη- [ι τοὺς κόσ]μ̣ους ἐκ τῆς ἀπαρχῆς τῆς ἀπὸ τῶν τε[μενῶν... εἰ λῶον καὶ ἄμεινον [τ]ῶι δήμωι τῶι Ἀθηναίων [ποησαμένωι τοὺς κόσμους ἱ]ε̣[ρ]οὺς τῆι Ἀρτέ[μιδι] [μείζου]ς καὶ καλλίους ἢ ἐῶντι ὥσπερ νῦν ἔχει

    Text Category: Inscription
    Century Range: 4th century BCE
    Date: 335-334
    Location: Athens: Acropolis

  • De Thèbes à Syène 241

    Unknown
    καὶ τοὺς ἱερεῖς θεραπεύειν τὰς εἰκόνας τρὶς τῆς ἡμέρας καὶ παρατιθέναι αὐταῖς ἱερὸν κόσμον καὶ τἆλλα τὰ νομιζόμεν]α συντελεῖν καθὰ καὶ [τ]ο̣ῖ̣ς ἄλλο̣ι̣ς̣ θ̣εοῖς ἐν ταῖς̣ ἑ[ορ]τ̣αῖ̣ς̣ κ̣α̣ὶ̣ [πανηγύρεσιν

    Text Category: Inscription
    Century Range: 2nd century BCE
    Date: 196
    Location: Egypt: Elephantine Island

  • PPUAES IIIA 5,654

    Unknown
    Θεόδοτος Ἕκτορος Επτακινθιανος ἅμ- α συμβίῳ καὶ τέκνοις τὴν Τυχέαν {²⁶Τυχήν}²⁶ σὺν τῇ κόν- χῃ τῇ πατρί- δι χρυσῷ ἐκόσμησεν.

    Text Category: Inscription
    Location: Arabia: Hauran

  • IGLSyr 2 383

    Unknown
    [Σειμίῳ καὶ Συμβ]αιτύλῳ, θεοῖς πα- [τρῴοις, — — — —]μαιος Ἀφροδισίου, [μετὰ(?) — — —]ρας, τῆς γυναικὸς αὐ- [τοῦ, ἐκόσμησαν(?) ἐξ ἰ]δίων, μετὰ τὸ ἁπαρτι- [σμένον(?) στέγος(?), τὸ]ν̣ ναὸν καὶ τὸ χρυσοῦν ξόανον.

    Text Category: Inscription
    Century Range: 2nd century CE
    Date: 135
    Location: Syria: Antiochia

  • IGLSyr 1 1

    Antiochus I
    ἱερεῖς ἐπιλέξας σὺν πρεπούσαις ἐσθῆσι Περσικῶι γένει κατέστησα, κόσμον τε καὶ λιτουργίαν πᾶσαν ἀξίως τύχης ἐμῆς καὶ δαιμόνων ὑπεροχῆς ἀνέθηκα… ἐκεῖνος ἠλευθερωμένος ἄλλης χρείας ἁπάσης ἀνεμπόδιστος ἀπροφάσιστός τε ἱεροθεσίωι τούτωι προσκαρτερείτω προνο- ούμενος θεραπείας τε καὶ κόσμου πρέποντος ἱερῶν ἀγαλμάτων. ἐν δὲ γενεθλίοις ἡμέραις, ἃς ἐμμήνους ἐνιαυσίους τε [ἄγ]ειν, θεῶν τε κἀμοῦ κατὰ πᾶν ἔτος ἀεὶ δια- τέταχα, κόσμον Περσικῆς ἐσθῆτος ἀ[ν]αλαμ- βάνων,...

    Text Category: Inscription
    Century Range: 1st century BCE
    Date: 35-32
    Location: Syria: Commagene

  • IMT Kyz Kapu Dag 1435

    The demos
    ἐπεὶ δὲ καὶ τὴν ἱερωσύνην εἶχεν τῆς Ἀρτέμιδος τῶν Πυθαϊστρίδων, εἰς μαρτυρίαν τῆς περὶ τὰ ἱερὰ αὐτῆς εὐσεβήας τῇ ἑβδόμῃ τοῦ Ἀρτεμεισιῶνος ἀνὰ πᾶν ἔτος, ὅταν συνελθῶσιν εἰς τὸ Χαριτήσιον αἵ τε ἱέρηαι καὶ αἱ Πυθαϊστρίδες κ(α)ὶ αἱ ἱεροποιοί, στεφανοῦν αὐτῆς τὸ ἄγαλμα· v ἵνα δὲ καὶ τῆς σωφροσύνης αὐτῆς ὑπόμνημα ἐνφανὲς ᾗ πάσῃ τῇ πόλει, ἀνατεθῆναι αὐτῆς ἄγαλμα ἐν ἐνὶ τῶν οἰκημάτων τῆς τετραγώνου ἀγορᾶς ἐν τῇ στοᾷ τῇ ἀπὸ τῆς ἀνατολῆς, τῷ ὄντι μεταξὺ τοῦ τε τῶν τειμητῶν ἀρχήου καὶ τοῦ ἀγορανομίου, κοσμηθέντι δὲ αὐτῷ χρῆσθαι εἰς τὸν ἀεὶ χρόνον ἀρχήῳ τόν τε κοσμοφύλακα καὶ τοὺς ἀεὶ κοσμοφυλακήσοντας·

    Text Category: Inscription
    Century Range: 1st century CE
    Location: Mysia: Kyzikos

  • Ephesos 1001

    Chrysophoroi of Artemis
    ἱ τὸν [χρύ]σεον κόσμον βαστά- [ζον]τες τῆς μεγάλης θεᾶς [Ἀρτέ]μιδος πρὸ πόλεως ἱερεῖς [καὶ] ἱερονεῖκαι

    Text Category: Inscription
    Century Range: 2nd century CE
    Date: 123-124
    Location: Ionia: Ephesos