Statue - Ornamenting - Definite

Item set

Items

Advanced search
  • Library 17.115.1-5

    Diodorus Siculus
    μετὰ δὲ ταῦτα περιετίθει τῷ περιβόλῳ παντὶ κόσμον… τὸ δ᾽ ὕψος ἦν ὅλου τοῦ κατασκευάσματος πήχεις πλείους τῶν ἑκατὸν τριάκοντα. καθόλου δὲ τῶν τε ἡγεμόνων καὶ τῶν στρατιωτῶν ἁπάντων καὶ τῶν πρέσβεων, ἔτι δὲ τῶν ἐγχωρίων φιλοτιμηθέντων εἰς τὸν τῆς ἐκφορᾶς κόσμον φασὶ τὸ πλῆθος τῶν ἀναλωθέντων χρημάτων γεγονέναι πλείω τῶν μυρίων καὶ δισχιλίων ταλάντων

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 17.70.2, 6

    Diodorus Siculus
    πλουσιωτάτης δ᾽ οὔσης τῶν ὑπὸ τὸν ἥλιον καὶ τῶν ἰδιωτικῶν οἴκων πεπληρωμένων ἐκ πολλῶν χρόνων παντοίας εὐδαιμονίας οἱ Μακεδόνες ἐπῄεσαν τοὺς μὲν ἄνδρας πάντας φονεύοντες, τὰς δὲ κτήσεις διαρπάζοντες, πολλὰς μὲν τοῖς πλήθεσιν ὑπαρχούσας, κατασκευῆς δὲ καὶ κόσμου παντοίου γεμούσας... τὰς δὲ γυναῖκας σὺν αὐτοῖς τοῖς κόσμοις πρὸς βίαν ἀπῆγον, τὴν αἰχμαλωσίαν δουλαγωγοῦντες:

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 16.57.3

    Diodorus Siculus
    Ἰφικράτης μὲν οὖν ὑπακούσας τῷ δόγματι τῆς πατρίδος ἐλαφυροπώλησε τὸν τῶν θεῶν κόσμον

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 12.70.5

    Diodorus Siculus
    ὅμως δὲ τοσοῦτο πλῆθος τῶν ἀναιρεθέντων ἦν, ὥστε τοὺς Θηβαίους ἐκ τῆς τῶν λαφύρων τιμῆς τήν τε στοὰν τὴν μεγάλην ἐν ἀγορᾷ κατασκευάσαι καὶ χαλκοῖς ἀνδριᾶσι κοσμῆσαι, τοὺς δὲ ναοὺς καὶ τὰς κατὰ τὴν ἀγορὰν στοὰς τοῖς ὅπλοις τοῖς ἐκ τῶν σκύλων προσηλωθεῖσι καταχαλκῶσαι: τήν τε τῶν Δηλίων πανήγυριν ἀπὸ τούτων τῶν χρημάτων ἐνεστήσαντο ποιεῖν.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 11.82.5

    Diodorus Siculus
    ὁ δὲ Μυρωνίδης μετὰ τὴν γενομένην νίκην Τάναγραν μὲν ἐκπολιορκήσας, περιεῖλεν αὐτῆς τὰ τείχη, τὴν δὲ Βοιωτίαν ἅπασαν ἐπιὼν ἔτεμνε καὶ κατέφθειρε καὶ τοῖς στρατιώταις διελὼν τὰ λάφυρα πάντας ὠφελείαις ἁδραῖς ἐκόσμησεν.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • Library 11.25.1-2

    Diodorus Siculus
    ὁ δὲ Γέλων μετὰ τὴν νίκην τούς τε ἱππεῖς τοὺς ἀνελόντας τὸν Ἀμίλκαν δωρεαῖς ἐτίμησε καὶ τῶν ἄλλων τοὺς ἠνδραγαθηκότας ἀριστείοις ἐκόσμησε. τῶν δὲ λαφύρων τὰ καλλιστεύοντα παρεφύλαξε, βουλόμενος τοὺς ἐν ταῖς Συρακούσαις νεὼς κοσμῆσαι τοῖς σκύλοις: τῶν δ᾽ ἄλλων πολλὰ μὲν ἐν Ἱμέρᾳ προσήλωσε τοῖς ἐπιφανεστάτοις τῶν ἱερῶν, τὰ δὲ λοιπὰ μετὰ τῶν αἰχμαλώτων διεμέρισε τοῖς συμμάχοις, κατὰ τὸν ἀριθμὸν τῶν συστρατευσάντων τὴν ἀναλογίαν ποιησάμενος. αἱ δὲ πόλεις εἰς πέδας κατέστησαν τοὺς διαιρεθέντας αἰχμαλώτους, καὶ τὰ δημόσια τῶν ἔργων διὰ τούτων ἐπεσκεύαζον. πλείστους δὲ λαβόντες Ἀκραγαντῖνοι τήν τε πόλιν αὐτῶν καὶ τὴν χώραν ἐκόσμησαν:

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Latium: Rome

  • IGLSyr 1 47

    Antiochus I of Commagene
    ἱερεύς, ὅστις ὑπ’ ἐμοῦ καθέσταται, βασιλέων προ- priest, who was established by me γόνων ἐμῶν τῶν καθοσιωθέντων ἐν Ἀρσαμείαι [ἐν] θε- [ᾶ]ς Ἀργ[α]νδηνῆς περιβόλωι, ὅστις τε ἂν ὕστερον κα[τ]α[στ]α- [θῇ μέ]χρι παντὸς αἰῶνος, ἐκεῖνος ἠλευθερωμένος [ἄ]λ[λ]ης [χρ]εία[ς ἁ]πάσης ἀνε[μπόδισ]τος ἀπροφασιστός τε ἱεροθε- [σίοις τούτοις] π[ρο]σ[καρτερείτ]ω, [προνο]ούμενος θεραπεί- [ας τε καὶ κόσμου πρέποντο]ς ἱερῶν ἀ[γα]λ[μάτων]. ἐν δὲ [γενεθλίοις ἡμ]έ[ρα]ι[ς, ἃς ἐμμή]ν[ους ἄγει]ν ἑκάστου [κα]τ[ὰ] [πᾶν ἔτος ἀεὶ διατέταχα, κόσμον Περσικ]ῆς [ἐ]σθῆτος ἀνα- [λαμβάνων,

    Text Category: Inscription
    Century Range: 1st century BCE
    Date: 64-38
    Location: Commagene: Arsameia

  • IGUR I 119

    Unknown
    ❦ Ἀγλιβώλῳ καὶ Μαλαχβήλῳ πατρῴοις θεοῖ[ς]               καὶ τὸ σίγνον ἀργυροῦν σὺν παντὶ κόζμῳ {²⁶κόσμῳ}²⁶ ἀνέθη[κε] Ἰ(ούλιος) Αὐρ(ήλιος) Ἡλιόδωρος Ἀντιόχου Ἁδριανὸς Παλμυρηνὸς ἐκ τῶν ἰδίων ὑπὲρ σωτηρίας αὐτοῦ καὶ τ(ῆς) συμβίου καὶ τ(ῶν) τέκνων ἔτους ζ∙μ∙φʹ μηνὸς Περιτίου.   {²titulum Palmyrenum ita latine vertit Chabot:}²   Palmyrene.5 “τοῖς Aglibôl et Malakbêl et signum argenteum et ornamentum eius fecit de sua crumena Iarḥai filius Ḥaliphi, filii Iarḥai, filii Lišamš (filii)  So῾adu, pro salute sua et salute filiorum suorum; mense Sebat anni DXXXXVII.”

    Text Category: Inscription: dedication
    Century Range: 3rd century CE
    Date: 236
    Location: Latium: Rome

  • IGUR I 26

    Unknown
    [Ἐφεσί]ων τῆς πρώτης καὶ μεγίστης μητροπόλεως τῆς [Ἀ]σίας καὶ δὶς νε<ω>κόρου τῶν Σεβαστῶν ναυκλήροις καὶ ἐ[μπόροις Μ(άρκος) Οὔλπιος Δομεστικός — —] [περιο]δονε<ί>κης παράδοξος καὶ ἐπὶ βαλανείων Σεβαστῶν [․․]του ἐκ θεμελίων σὺν ἅπαντι τῷ περὶ αὐτὸν κόσμῳ καὶ τοῖς ἀγάλμ[ασιν — — —]

    Text Category: Inscription
    Century Range: 2nd century CE
    Date: 154
    Location: Latium: Rome

  • I.Aquileia 182

    Unknown
    Τιβ(έριος) Κλαύδιος Μάγνος Ἐφέσιος καὶ βουλευτὴς τῆς Ἀκυλειησίων πόλε- ως, τοῦ συνεδρίου πάτρων, τὰς στοὰς τοῦ ναοῦ λίθῳ ποικίλῳ σκουτλώσας καὶ ζωγραφήσας ἐκ τῶν ἰδίων ἀναλω- μάτων ἐκόσμησα καὶ ἀφειέρωσα.

    Text Category: Inscription: dedication
    Century Range: 3rd century CE
    Date: 256
    Location: Venetia: Aquileia

  • IG XIV 451

    Unknown
    [Φ]οῖβον ἀκερσεκόμην [ἑκ]ατηβόλον Ἀπόλλωνα | [ἱ]δρυσάμην σηκ[ῷ τ’ ἐπὶ]    κόσμον κ[αλὸν ἔθηκα].

    Text Category: Inscription
    Location: Sicily: Catania

  • SEG 9:136

    Unknown
    αὐτοκράτορι Καίσαρι θεοῦ Τραϊανοῦ Παρθικοῦ υἱῷ, θεοῦ Νέρουα υἱωνῷ, Τραϊανῷ [Ἀ]δριανῷ Σεβαστῷ, αὐτοκράτορι τὸ βʹ, ἀρχιερεῖ μεγίστῳ, δημαρχι- κῆς ἐξουσίας κβʹ, ὑπάτῳ τὸ γʹ, πατρὶ πατρίδος, σωτῆρι καὶ κτίστῃ, καὶ αὐτοκράτορι Τίτῳ Αἰλίῳ Καί- σαρι Ἀντωνείνῳ υἱῷ Ἀδριανοῦ Σεβαστοῦ ἡ Κυρηναίων πόλις κοσμηθεῖσα ὑπ’ αὐτοῦ καὶ τοῖς ἀγάλμασιν.

    Text Category: Inscription
    Century Range: 2nd century CE
    Date: 138
    Location: Cyrenaica: Cyrene

  • AArchSyr 23.1973.40,1

    Unknown
    ἐκ τῶν ἰδίων ἀγοράσας τὸν τόπον, τάς τε θερμὰς καὶ τὴν ἐν ταύταις βασιλικὴν καὶ τὴν πρὸ τούτων στοὰν σὺν τῷ ἐνόντι παντὶ κόσμῳ καὶ χαλκουργήματι κτίσας τῇ πατρίδι ἀνέθηκεν

    Text Category: Inscription
    Century Range: 2nd century CE
    Date: 116-117
    Location: Syria: Apameia

  • Schindler, Boubon 6

    Boule and Demos of Boubon
    ὡς ἀπὸ τῆς προσόδου ἔργοις κοσμηθῆναι, καὶ ἔξ̣ω- θεν εἴς τε διανομὰς καὶ ἐλε- οθεσίαν καὶ ἀγῶνας,

    Text Category: Inscription
    Location: Lycia: Boubon

  • IK Kibyra 65

    Unknown
    εἰκόνι χρυσείῃ σσε κεκοσμῆσθαι θέμις ἦεν, / σῶτερ Μαρκιανέ, σῆς ἀρετῆς             ἕνεκα

    Text Category: Inscription: epigram
    Century Range: 3rd century CE
    Date: 278
    Location: Lycia: Kibyratis

  • TAM II 838

    Unknown
    αὶ αἷς ἐ̣ποιήσαντο ἀνα̣δ̣ό̣σεσιν καὶ ἐπιδόσεσιν καὶ ἀναθέμασιν ναῶν τε καὶ ἀνδριάντων προσκ%⁸¹?εκοσμη%⁸¹?κότων τὴν πόλιν

    Text Category: Inscription: base
    Century Range: 2nd century CE
    Date: 134
    Location: Lycia: Idebessos

  • TAM II 408

    Unknown
    Οὐειλία Κο(ΐντου)  Οὐειλίου Τιτιανοῦ θυγάτηρ         Πρόκλα   Παταρὶς    ἀνέθηκεν καὶ καθιέρωσεν τό τε προσκήνιον, ὃ κατεσκεύασεν ἐκ θεμελίων ὁ πατὴρ αὐτῆς  Κο(ΐντος)  Οὐείλιος  Τιτιανός, καὶ τὸν ἐν αὐτῷ κόσμον καὶ τὰ περὶ αὐτὸ καὶ τὴν τῶν ἀνδριάντων  καὶ ἀγαλμάτων   ἀνάστασιν καὶ τὴν τοῦ λογείου κατασκευὴν καὶ πλάκωσιν, ἃ ἐποίησεν αὐτή

    Text Category: Inscription: dedication
    Century Range: 2nd century CE
    Date: 147
    Location: Lycia: Patara

  • IK Perge 195

    Unknown
    τὸ ὑδρεῖο[ν] [ἐκ θεμε]λ̣ίων σὺμ παντὶ τῷ περὶ αὐ- [τὸ κόσμῳ] κ̣ατασκευάσασα ἐκ τῶν ἰ[δί]-                 [ων] κ̣α̣θ̣ι̣έ̣ρ̣ω̣σ̣[εν]

    Text Category: Inscription
    Century Range: 2nd century CE
    Date: 193-204
    Location: Pamphylia: Perge

  • Sterrett WE 300,421

    Unknown
    [θεοῖς Σεβ]αστοῖς καὶ Διὶ [Μεγίσ]τῳ Σαράπιδι καὶ τῇ πατρίδι Ἀ[ντίοχος Τλαμόου φιλόπατρις], [ἀρχιερεὺς τῶν Σε]βαστῶν τὸ βʹ, κτίσ[της, υἱὸς π]όλεως καὶ Ἄννα Ὅπλωνος, ἡ γυνὴ αὐτο[ῦ, ἀρχιέρεια καὶ] [Τλαμόας καὶ Ἀντίοχος, φιλοπάτριδες, κτίσται κα]ὶ υἱοὶ πόλεως, τὸν ναὸν κα[ὶ τὰ ἀγάλμα]τα, σὺν ταῖς περικειμέναις στοαῖς καὶ ἐργασ[τ]ηρίο<ι>ς, καὶ [παντὶ κόσμῳ, καθιερώσαντες ἀνέθηκαν].

    Text Category: Inscription
    Century Range: imperial period
    Location: Pisidia: Adada

  • Sterrett, WE 288,409

    Unknown
    θεοῖς Σ[ε]βαστοῖς καὶ τῇ πατρίδι Ἀντίοχος Τλ[αμό]ου φιλόπατρις, ἀρχιερεὺς τὸν Σεβαστῶν τὸ [β(?), κ]τίστης, υἱὸς πόλεως, πρόβουλος, τὸ δʹ, καὶ Ἄννα [Ὅ]πλωνος, ἡ γυνὴ αὐτοῦ, ἀρχιέρεια, καὶ Τλαμόας καὶ Ἀντίοχος, οἱ υἱοὶ αὐτῶν, φιλοπάτρι- δες, τὸ ἄγαλμα τῆς Ἀφροδίτης καὶ τὸν ναὸν σὺν τῷ περὶ αὐτὰ παντὶ κόσμῳ καὶ τῇ συστρ[ώ]σει κα-          θιερώσαντες ἀνέθηκαν.

    Text Category: Inscription
    Century Range: imperial period
    Location: Pisidia: Adada

  • Ramsay, Cities and Bishoprics 335,159

    Unknown
    Γ. Ἑρέννιος Τειμόθεος φιλόπατρις καὶ φιλότε[ιμος τὸν] [ναὸν(?) σ]ὺν τῷ περὶ αὐτὸν κόσμῳ παντὶ ἐκ τῶν ἰδίων ἀναλωμάτων κατεσκ[εύασε].

    Text Category: Inscription
    Century Range: imperial period
    Location: Pisidia: Baris

  • TAM III,1 713

    Unknown
    [Τ]ι̣βε̣ρ̣[ία Κλαυδί]α Περίκλεια τ̣ὸ̣ν̣ ο̣ἶ̣κον τοῦ ἡρώ[ου καὶ τὸν περίβολον κατεσκεύα]- σεν ἑαυτ̣ῆ̣ καὶ Τιβερίω Κλαυδίω Τειμοδώρω, τῶ γενομέ[νω ἀνδρί καὶ Τιβερίοις Κλαυδί]-       οις Οὐάρω καὶ Ἀσκληπιοδότω, τοῖς προμοίροι̣ς α̣[ὐτῆς υἱοῖς· καὶ ἐν τῶ οἴ]-      κω ἀπέθετο σωματοθήκας δύο, μίαν μὲν ἑαυτῆς τε καὶ τοῦ ἀνδ[ρὸ]ς̣ α[ὐτῆς],      τὴν δὲ ἑτέραν τοῦ τε Οὐάρου καὶ τοῦ Ἀσκληπιοδότου, ἣν καὶ περιεσκούτλ̣[ω]-        σεν, καὶ ἀνδριάντας ἔστησεν καὶ τὸν σύνπαντα περὶ τὸν οἶκον τοῦ ἡρώου κόσ-        μον ἐξήρτισεν

    Text Category: Inscription: epitaph
    Location: Pisidia: Termessos

  • TAM III,1 17

    Unknown
    τὸν δὲ λοιπὸν κόσμον καὶ τὴν σκούτλωσιν τοῦ ν̣[εῶ κ]αὶ τὴ̣ν ἀργυρῶν εἰκόνων ͵ʹ ἀνάθεσιν Αὐρ(ηλία) Παδαμουριανὴ Νανηλις Οπλητος, ἀρχιερασαμένη, ἡ μήτηρ τῆς Παν- κρατείας, ἀκολούθως εἰσαγελία ἡ ἐποιήσατο καὶ αὐτή, συνκαθιέρωσεν

    Text Category: Inscription
    Century Range: 3rd century CE
    Date: 212
    Location: Pisidia: Termessos

  • Keil-Premerstein, 2. Bericht 136,252

    Unknown
    οἷς δ’ ἔπρεπεν τεύχειν γονέ- ων τάφον, οἵδε θανόντες / κοσμοῦνται μογερῶν εἰκόσιν ἐκ ππατέρων {²⁶πατέρων}²⁶. /    ἔ(τους) ρϙθʹ. Δημήτριος καὶ Ἀμμί[α]  τοὺς ἑαυτῶν υἱούς.

    Text Category: Inscription: epitaph
    Century Range: 2nd century CE
    Date: 114-115 or 168-169
    Location: Phrygia

  • MAMA VI 256

    Unknown
    [— — — σὺν τῷ κόσ]μ̣ῳ καὶ τοῖς ἔμπροσθε̣[ν κίοσιν] ν̣αϊκοῖς καὶ τοῖς ἀνδριᾶσι πᾶσι.

    Text Category: Inscription
    Location: Phrygia: Akmonia