Oration 1.31-32

Item

Text Category
Literature: prose
Century Range
Precise Date or Date Range
155
Author
Aeilius Aristides
Reference
Oration 1.31-32
Quotation
ἐπειδὴ γὰρ ἀνῆκεν ἡ χώρα τοὺς ἄνδρας, ἐκόσμει καὶ κατεσκεύαζε τὸν βίον αὐτοῖς, ἃ μητρὸς ἦν ἔργα ποιοῦσα, καὶ οὐ περιεῖδεν ὥσπερ ἀλλοτρίας τῆς τροφοῦ δεηθέντας, ἀλλ’ ἐκ τῶν αὐτῶν κόλπων ἐδωρεῖτο τὰ δεύτερα. καὶ γίγνεται δὴ πανήγυρις ὡς ἀληθῶς ἱερὰ καὶ ὑπὲρ γῆς πάσης τῆς οἰκουμένης ἐνταυθοῖ, καὶ ὥσπερ ἐν θεωρίᾳ πάντα εἰς ἅμιλλαν κατέστη. ἔρρωτο μὲν ἡ γῆ πρὸς ἁπάσας γονάς, θεοὶ δὲ συμφέροντες παρεῖχον οἱ μὲν φυτά, οἱ δὲ σπέρματα, οἱ δὲ βοσκήματα, ὧν ἔμελλεν ἡ φορὰ τὸ τοῦ ἀνθρώπου σῶμα κοσμήσειν οὐχ ἧττον ἢ τὸ οἰκεῖον καὶ παρέξειν τὴν σκέπην κοινὴν τοῖς μὲν τὴν ἐπέτειον καὶ πρώτην ἀεί, τοῖς δὲ εἰς ὅσον ἐξικνεῖτο· τέχνας δὲ ἐπὶ τούτοις ἔφαινον τὰς μὲν πυρὶ συγκεραννύντες, τὰς δὲ καὶ πυρὸς χωρίς.
Part of Speech
Type of Thing Ornamented
Object/ Person Ornamented
Humans, their bodies and livelihoods... but also the planet
Medium/a Ornamenting
Fruits, plants, seeds, animals
Person Engaged in Act of Ornamenting
The "land"
mother earth
the animals created
Item Identifier
A01361
Determination
Derived directly from text