Items
-
Histories 9.27.8-9
Polybius
τοῦ γὰρ Ἀκράγαντος ὑπὸ Ῥοδίων ἀπῳκισμένης, εἰκότως ὁ θεὸς οὗτος τὴν αὐτὴν ἔχει προσηγορίαν ἣν καὶ παρὰ τοῖς Ῥοδίοις. κεκόσμηται δὲ καὶ τἄλλα μεγαλοπρεπῶς ἡ πόλις ναοῖς καὶ στοαῖς. καὶ μὴν ὁ τοῦ Διὸς τοῦ Ὀλυμπίου νεὼς παντέλειαν μὲν οὐκ εἴληφε, κατὰ δὲ τὴν ἐπιβολὴν καὶ τὸ μέγεθος οὐδ᾽ ὁποίου τῶν κατὰ τὴν Ἑλλάδα δοκεῖ λείπεσθαι.Text Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Histories 9.10.12-13
Polybius
τὰ δ᾽ ἐκτὸς ὑπάρχοντα τῆς προειρημένης δυνάμεως ἦν ἐν τοῖς ἐξ ἀρχῆς τόποις ἅμα τῷ φθόνῳ καταλιπόντας ἐνδοξοτέραν ποιεῖν τὴν σφετέραν πατρίδα, μὴ γραφαῖς καὶ τύποις, ἀλλὰ σεμνότητι καὶ μεγαλοψυχίᾳ κοσμοῦντας αὐτήν. οὐ μὴν ἀλλὰ ταῦτα μὲν εἰρήσθω μοι χάριν τῶν μεταλαμβανόντων ἀεὶ τὰς δυναστείας, ἵνα μὴ σκυλεύοντες τὰς πόλεις κόσμον ὑπολαμβάνωσιν εἶναι ταῖς ἑαυτῶν πατρίσι τὰς ἀλλοτρίας συμφοράς: Ῥωμαῖοι δὲ μετακομίσαντες τὰ προειρημένα ταῖς μὲν ἰδιωτικαῖς κατασκευαῖς τοὺς αὑτῶν ἐκόσμησαν βίους, ταῖς δὲ δημοσίαις τὰ κοινὰ τῆς πόλεως.Text Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Histories 6.53.4-6
Polybius
μετὰ δὲ ταῦτα θάψαντες καὶ ποιήσαντες τὰ νομιζόμενα τιθέασι τὴν εἰκόνα τοῦ μεταλλάξαντος εἰς τὸν ἐπιφανέστατον τόπον τῆς οἰκίας, ξύλινα ναΐδια περιτιθέντες. ἡ δ᾽ εἰκών ἐστι πρόσωπον εἰς ὁμοιότητα διαφερόντως ἐξειργασμένον καὶ κατὰ τὴν πλάσιν καὶ κατὰ τὴν ὑπογραφήν. ταύτας δὴ τὰς εἰκόνας ἔν τε ταῖς δημοτελέσι θυσίαις ἀνοίγοντες κοσμοῦσι φιλοτίμως, ἐπάν τε τῶν οἰκείων μεταλλάξῃ τις ἐπιφανής, ἄγουσιν εἰς τὴν ἐκφοράν, περιτιθέντες ὡς ὁμοιοτάτοις εἶναι δοκοῦσι κατά τε τὸ μέγεθος καὶ τὴν ἄλλην περικοπήν.Text Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Histories 6.53.1
Polybius
ὅταν γὰρ μεταλλάξῃ τις παρ᾽ αὐτοῖς τῶν ἐπιφανῶν ἀνδρῶν, συντελουμένης τῆς ἐκφορᾶς κομίζεται μετὰ τοῦ λοιποῦ κόσμου πρὸς τοὺς καλουμένους ἐμβόλους εἰς τὴν ἀγορὰν ποτὲ μὲν ἑστὼς ἐναργής, σπανίως δὲ κατακεκλιμένος.Text Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Histories 6.23.12-13
Polybius
ἐπὶ δὲ πᾶσι τούτοις προσεπικοσμοῦνται πτερίνῳ στεφάνῳ καὶ πτεροῖς φοινικοῖς ἢ μέλασιν ὀρθοῖς τρισίν, ὡς πηχυαίοις τὸ μέγεθος, ὧν προστεθέντων κατὰ κορυφὴν ἅμα τοῖς ἄλλοις ὅπλοις ὁ μὲν ἀνὴρ φαίνεται διπλάσιος ἑαυτοῦ κατὰ τὸ μέγεθος, ἡ δ’ ὄψις καλὴ καὶ καταπληκτικὴ τοῖς ἐναντίοιςText Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Histories 5.59.8
Polybius
παραπλησίως δὲ καὶ τὸ σύμπαν τῆς πόλεως κύτος τείχεσι πολυτελέσιν ἠσφάλισται, κεκόσμηται δὲ καὶ ναοῖς καὶ ταῖς τῶν οἰκοδομημάτων κατασκευαῖς ἐκπρεπῶς.Text Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Histories 4.62.2-3
Polybius
ἐκλιπόντων δὲ τῶν κατοικούντων τὸν τόπον, εἰσελθὼν τὰ τείχη κατέσκαψε καὶ τὰς οἰκίας καὶ τὸ γυμνάσιον, πρὸς δὲ τούτοις ἐνέπρησε τὰς στοὰς τὰς περὶ τὸ τέμενος καὶ τὰ λοιπὰ διέφθειρε τῶν ἀναθημάτων, ὅσα πρὸς κόσμον ἢ χρείαν ὑπῆρχε τοῖς εἰς τὰς πανηγύρεις συμπορευομένοις· ἀνέτρεψε δὲ καὶ τὰς εἰκόνας τῶν βασιλέων ἁπάσας. οὗτος μὲν οὖν εὐθέως κατὰ τὴν ἔνστασιν τοῦ πολέμου καὶ τὴν πρώτην πρᾶξιν οὐ μόνον τοῖς ἀνθρώποις, ἀλλὰ καὶ τοῖς θεοῖς πόλεμον ἐξενηνοχώς, ἐπανῄειText Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Histories 3.114.1
Polybius
Ἦν δ’ ὁ καθοπλισμὸς τῶν μὲν Λιβύων Ῥωμαϊκός, οὓς πάντας Ἀννίβας τοῖς ἐκ τῆς προγεγενημένης μάχης σκύλοις ἐκλέξας κατακεκοσμήκειText Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Histories 3.49.11-12
Polybius
οὐ γὰρ μόνον σίτῳ καὶ τοῖς ἄλλοις ἐπιτηδείοις ἀφθόνως ἐχορήγησε τὸ στρατόπεδον, ἀλλὰ καὶ τῶν ὅπλων τὰ παλαιὰ καὶ τὰ πεπονηκότα πάντα διαλλάξας ἐκαινοποίησε πᾶσαν τὴν δύναμιν εὐκαίρως, ἔτι δὲ τοὺς πλείστους ἐσθῆτι καὶ πρὸς τούτοις ὑποδέσει κοσμήσας μεγάλην εὐχρηστίαν παρέσχετο πρὸς τὰς τῶν ὀρῶν ὑπερβολάς.Text Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Histories 2.31.5-6
Polybius
καὶ τὸ μὲν Καπετώλιον ἐκόσμησε ταῖς τε σημείαις καὶ τοῖς μανιάκαις — τοῦτο δ᾽ ἔστι χρυσοῦν ψέλιον, ὃ φοροῦσι περὶ τὸν τράχηλον οἱ Γαλάται — τοῖς δὲ λοιποῖς σκύλοις καὶ τοῖς αἰχμαλώτοις πρὸς τὴν εἴσοδον ἐχρήσατο τὴν ἑαυτοῦ καὶ πρὸς τὴν τοῦ θριάμβου διακόσμησιν.Text Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Histories 2.17.5
Polybius
τὰ δὲ πρὸς τὸν Ἀδρίαν ἤδη προσήκοντα γένος ἄλλο πάνυ παλαιὸν διακατέσχεν· προσαγορεύονται δ’ Οὐένετοι, τοῖς μὲν ἔθεσι καὶ τῷ κόσμῳ βραχεῖ διαφέροντες Κελτῶν, γλώττῃ δ’ ἀλλοίᾳ χρώμενοιText Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Histories 1.72.4-5
Polybius
αἱ δὲ γυναῖκες αἱ τὸν πρὸ τοῦ χρόνον ἀπαγομένους περιορῶσαι τοὺς σφετέρους ἄνδρας καὶ γονεῖς πρὸς τὰς εἰσφοράς, τότε συνομνύουσαι κατὰ πόλεις ἐφ’ ᾧ μηδὲν κρύψειν τῶν ὑπαρχόντων αὐταῖς, ἀφαιρούμεναι τὸν κόσμον εἰσέφερον ἀπροφασίστως εἰς τοὺς ὀψωνιασμούς.Text Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Idyll 18.29-31
Theocritus
πιείρᾳ μέγα λᾷον ἀνέδραμε κόσμος ἀρούρᾳἢ κάπῳ κυπάρισσος ἢ ἅρματι Θεσσαλὸς ἵππος·ὧδε καὶ ἁ ῥοδόχρως Ελένα Λακεδαίμονι κόσμος.Text Category: Literature: poetryCentury Range: 3rd century BCE -
Idyll 15.22-24
Theocritus
βᾶμες τῶ βασιλῆος ἐς ἀφνειῶ Πτολεμαίωθασόμεναι τὸν ῎Αδωνιν: ἀκούω χρῆμα καλόν τικοσμεῖν τὰν βασίλισσαν.Text Category: Literature: poetryCentury Range: 3rd century BCEDate: 274Location: Alexandria -
Trachiniae 763-764
Sophocles
καὶ πρῶτα μὲν δείλαιος ἵλεῳ φρενί,κόσμῳ τε χαίρων καὶ στολῇ, κατηύχετοText Category: Literature: poetryCentury Range: 5th century BCEDate: 450-425Location: Athens -
Philoctetes 1063-1064
Sophocles
οἴμοι· τί δράσω δύσμορος; σὺ τοῖς ἐμοῖςὅπλοισι κοσμηθεὶς ἐν Ἀργείοις φανεῖ;Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 409Location: Athens -
Electra 1400-1401
Sophocles
ἡ μὲν ἐς τάφονλέβητα κοσμεῖ, τὼ δ’ ἐφέστατον πέλας.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 420-414Location: Athens -
Electra 1136-1142
Sophocles
νῦν δ’ ἐκτὸς οἴκων κἀπὶ γῆς ἄλλης φυγὰςκακῶς ἀπώλου, σῆς κασιγνήτης δίχα,κοὔτ’ ἐν φίλαισι χερσὶν ἡ τάλαιν’ ἐγὼλουτροῖς σ’ ἐκόσμησ’ οὔτε παμφλέκτου πυρὸςἀνειλόμην, ὡς εἰκός, ἄθλιον βάρος,ἀλλ’ ἐν ξέναισι χερσὶ κηδευθεὶς τάλαςσμικρὸς προσήκεις ὄγκος ἐν σμικρῷ κύτει.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 420-414Location: Athens -
Antigone 891-904
Sophocles
ὦ τύμβος, ὦ νυμφεῖον, ὦ κατασκαφὴςοἴκησις ἀείφρουρος, οἷ πορεύομαιπρὸς τοὺς ἐμαυτῆς, ὧν ἀριθμὸν ἐν νεκροῖςπλεῖστον δέδεκται Φερσέφασσ’ ὀλωλότων·ὧν λοισθία ’γὼ καὶ κάκιστα δὴ μακρῷκάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου.ἐλθοῦσα μέντοι κάρτ’ ἐν ἐλπίσιν τρέφωφίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί,μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα·ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼἔλουσα κἀκόσμησα κἀπιτυμβίουςχοὰς ἔδωκα. νῦν δέ Πολύνεικες, τὸ σὸνδέμας περιστέλλουσα τοιάδ’ ἄρνυμαι.καίτοι σ’ ἐγὼ ’τίμησα τοῖς φρονοῦσιν εὖ.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 442Location: Athens -
Antigone 388-396
Sophocles
ἄναξ, βροτοῖσιν οὐδέν ἔστ’ ἀπώμοτον. ψεύδει γὰρ ἡ ’πίνοια τὴν γνώμην· ἐπεὶ σχολῇ ποθ’ ἥξειν δεῦρ’ ἂν ἐξηύχουν ἐγὼ ταῖς σαῖς ἀπειλαῖς αἷς ἐχειμάσθην τότε ἀλλ’ ἡ γὰρ ἐκτὸς καὶ παρ’ ἐλπίδας χαρὰ ἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ, ἥκω, δι’ ὅρκων καίπερ ὢν ἀπώμοτος, κόρην ἄγων τήνδ’, ἣ καθῃρέθη τάφον κοσμοῦσα.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 442Location: Athens -
Ajax 1402-1409
Sophocles
ἅλις· ἤδη γὰρ πολὺς ἐκτέταταιχρόνος. ἀλλ’ οἱ μὲν κοίλην κάπετονχερσὶ ταχύνατε, τοὶ δ’ ὑψίβατοντρίποδ’ ἀμφίπυρον λουτρῶν ὁσίωνθέσθ’ ἐπίκαιρον·μία δ’ ἐκ κλισίας ἀνδρῶν ἴλητὸν ὑπασπίδιον κόσμον φερέτω.χρόνος. ἀλλ’ οἱ μὲν κοίλην κάπετονχερσὶ ταχύνατε, τοὶ δ’ ὑψίβατοντρίποδ’ ἀμφίπυρον λουτρῶν ὁσίωνθέσθ’ ἐπίκαιρον·μία δ’ ἐκ κλισίας ἀνδρῶν ἴλητὸν ὑπασπίδιον κόσμον φερέτω.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 442Location: Athens -
Argonautica 3.45-47
Apollonius of Rhodes
λευκοῖσιν δ᾿ ἑκάτερθε κόμας ἐπιειμένη ὤμοιςκόσμει χρυσείῃ διὰ κερκίδι, μέλλε δὲ μακροὺςπλέξασθαι πλοκάμουςText Category: Literature: poetryCentury Range: 3rd century BCEDate: earlyLocation: Rhodes -
Symposium 9.3
Xenophon
ἐκ τούτου πρῶτον μὲν ἡ Ἀριάδνη ὡς νύμφη κεκοσμημένη παρῆλθε καὶ ἐκαθέζετο ἐπὶ τοῦ θρόνου.Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 360-369 -
Economics 11.9-10
Xenophon
μέλει γὰρ δή σοι, ὦ Ἰσχόμαχε, ὅπως πλουτῇς καὶ πολλὰ χρήματα ἔχων πολλὰ ἔχῃς πράγματα τούτων ἐπιμελόμενος; καὶ πάνυ γ’, ἔφη ὁ Ἰσχόμαχος, μέλει μοι τούτων ὧν ἐρωτᾷς· ἡδὺ γάρ μοι δοκεῖ, ὦ Σώκρατες, καὶ θεοὺς μεγαλείως τιμᾶν καὶ φίλους, ἄν τινος δέωνται, ἐπωφελεῖν καὶ τὴν πόλιν μηδὲν <τὸ> κατ’ ἐμὲ χρήμασιν ἀκόσμητον εἶναι. καὶ γὰρ καλά, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, ἐστὶν ἃ σὺ λέγεις, καὶ δυνατοῦ γε ἰσχυρῶς ἀνδρός· πῶς γὰρ οὔ; ὅτε πολλοὶ μὲν εἰσὶν ἄνθρωποι οἳ οὐ δύνανται ζῆν ἄνευ τοῦ ἄλλων δεῖσθαι, πολλοὶ δὲ ἀγαπῶσιν, ἂν δύνωνται τὰ ἑαυτοῖς ἀρκοῦντα πορίζεσθαι. οἱ δὲ δὴ δυνάμενοι μὴ μόνον τὸν ἑαυτῶν οἶκον διοικεῖν, ἀλλὰ καὶ περιποιεῖν ὥστε καὶ τὴν πόλιν κοσμεῖν καὶ τοὺς φίλους ἐπικουφίζειν, πῶς τούτους οὐχὶ βαθεῖς τε καὶ ἐρρωμένους ἄνδρας χρὴ νομίσαι;Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 362-354 -
Economics 10.13
Xenophon
αἱ δ᾽ ἀεὶ καθήμεναι σεμνῶς πρὸς τὰς κεκοσμημένας καὶ ἐξαπατώσας κρίνεσθαι παρέχουσιν ἑαυτάς. καὶ νῦν, ἔφη, ὦ Σώκρατες, οὕτως εὖ ἴσθι ἡ γυνή μου κατεσκευασμένη βιοτεύει ὥσπερ ἐγὼ ἐδίδασκον αὐτὴν καὶ ὥσπερ νῦν σοι λέγω.Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 362-354