Items
-
Laws 800d-e
Plato
οῦτον δὴ τὸν νόμον ἆρ᾽ οὐκ ἀποψηφιζόμεθα; καὶ εἴ ποτ᾽ ἄρα δεῖ τοιούτων οἴκτων γίγνεσθαι τοὺς πολίτας ἐπηκόους, ὁπόταν ἡμέραι μὴ καθαραί τινες ἀλλὰ ἀποφράδες ὦσιν, τόθ᾽ ἥκειν δέον ἂν εἴη μᾶλλον χορούς τινας ἔξωθεν μεμισθωμένους ᾠδούς, οἷον οἱ περὶ τοὺς τελευτήσαντας μισθούμενοι Καρικῇ τινι μούσῃ προπέμπουσι τοὺς τελευτήσαντας; τοιοῦτόν που πρέπον ἂν εἴη καὶ περὶ τὰς τοιαύτας ᾠδὰς γιγνόμενον, καὶ δὴ καὶ στολή γέ που ταῖς ἐπικηδείοις ᾠδαῖς οὐ στέφανοι πρέποιεν ἂν οὐδ᾽ ἐπίχρυσοι κόσμοι, πᾶν δὲ τοὐναντίον, ἵν᾽ ὅτι τάχιστα περὶ αὐτῶν λέγων ἀπαλλάττωμαι.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Syracuse -
Laws 796b-c
Plato
ἡ δὲ αὖ που παρ᾽ ἡμῖν κόρη καὶ δέσποινα, εὐφρανθεῖσα τῇ τῆς χορείας παιδιᾷ, κεναῖς χερσὶν οὐκ ᾠήθη δεῖν ἀθύρειν, πανοπλίᾳ δὲ παντελεῖ κοσμηθεῖσα, οὕτω τὴν ὄρχησιν διαπεραίνειν: ἃ δὴ πάντως μιμεῖσθαι πρέπον ἂν εἴη κόρους τε ἅμα καὶ κόρας, τὴν τῆς θεοῦ χάριν τιμῶντας, πολέμου τ᾽ ἐν χρείᾳ καὶ ἑορτῶν ἕνεκα. τοῖς δέ που παισὶν εὐθύς τε καὶ ὅσον ἂν χρόνον μήπω εἰς πόλεμον ἴωσιν, πᾶσι θεοῖς προσόδους τε καὶ πομπὰς ποιουμένους μεθ᾽ ὅπλων τε καὶ ἵππων ἀεὶ κοσμεῖσθαι δέον ἂν εἴη, θάττους τε καὶ βραδυτέρας ἐν ὀρχήσεσι καὶ ἐν πορείᾳ τὰς ἱκετείας ποιουμένους πρὸς θεούςText Category: Literature: proseCentury Range: 4th century BCELocation: Syracuse -
Laws 769a-b
Plato
οἶσθ᾽ ὅτι καθάπερ ζωγράφων οὐδὲν πέρας ἔχειν ἡ πραγματεία δοκεῖ περὶ ἑκάστων τῶν ζῴων, ἀλλ᾽ ἢ τοῦ χραίνειν ἢ ἀποχραίνειν, ἢ ὁτιδήποτε καλοῦσι τὸ τοιοῦτον οἱ ζωγράφων παῖδες, οὐκ ἄν ποτε δοκεῖ παύσασθαι κοσμοῦσα, ὥστε ἐπίδοσιν μηκέτ᾽ ἔχειν εἰς τὸ καλλίω τε καὶ φανερώτερα γίγνεσθαι τὰ γεγραμμένα.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Syracuse -
Laws 673d
Plato
καὶ δὴ καὶ τῶν ὑδάτων, ὁπόσ᾽ ἂν αὐτοῖς πέμπωσι καὶ παραδιδῶσιν οἱ φρουροῦντες τεθεραπευμένα, ὅπως εἰς τὰς κρήνας ἱκανὰ καὶ καθαρὰ πορευόμενα, κοσμῇ τε ἅμα καὶ ὠφελῇ τὴν πόλιν.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Syracuse -
Laws 761b-d
Plato
τά τε πηγαῖα ὕδατα, ἐάντε τὶς ποταμὸς ἐάντε καὶ κρήνη ᾖ, κοσμοῦντες φυτεύμασί τε καὶ οἰκοδομήμασιν εὐπρεπέστερα, καὶ συνάγοντες μεταλλείαις νάματα, πάντα ἄφθονα ποιῶσιν, ὑδρείαις τε καθ᾽ ἑκάστας τὰς ὥρας, εἴ τί που ἄλσος ἢ τέμενος περὶ ταῦτα ἀφειμένον ᾖ, τὰ ῥεύματα ἀφιέντες εἰς αὐτὰ τὰ τῶν θεῶν ἱερά, κοσμῶσι. πανταχῇ δὲ ἐν τοῖς τοιούτοις γυμνάσια χρὴ κατασκευάζειν τοὺς νέους αὑτοῖς τε καὶ τοῖς γέρουσι γεροντικὰ λουτρὰ θερμὰ παρέχοντας, ὕλην παρατιθέντας αὔην καὶ ξηρὰν ἄφθονον, ἐπ᾽ ὀνήσει καμνόντων τε νόσοις καὶ πόνοις τετρυμένα γεωργικοῖς σώματα δεχομένους εὐμενῶς, ἰατροῦ δέξιν μὴ πάνυ σοφοῦ βελτίονα συχνῷ.ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα πάντα κόσμος τε καὶ ὠφελία τοῖς τόποις γίγνοιτ᾽ ἂν μετὰ παιδιᾶς οὐδαμῇ ἀχαρίτου: σπουδὴ δὲ περὶ ταῦτα ἥδε ἔστω.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Syracuse -
Laws 717e-718a
Plato
τελευτησάντων δὲ γονέων ταφὴ μὲν ἡ σωφρονεστάτη καλλίστη, μήτε ὑπεραίροντα τῶν εἰθισμένων ὄγκων μήτ’ ἐλλείποντα ὧν οἱ προπάτορες τοὺς ἑαυτῶν γεννητὰς ἐτίθεσαν, τάς τε αὖ κατ’ ἐνιαυτὸν τῶν ἤδη τέλος ἐχόντων ὡσαύτως ἐπιμελείας τὰς κόσμον φερούσας ἀποδιδόναι· τῷ δὲ μὴ παραλείπειν μνήμην ἐνδελεχῆ παρεχόμενον, τούτῳ μάλιστ’ ἀεὶ πρεσβεύειν, δαπάνης τε τῆς διδομένης ὑπὸ τύχης τὸ μέτριον τοῖς κεκμηκόσιν νέμοντα.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Syracuse -
Laws 685d
Plato
πρὸς δὴ ταῦτ’ ἦν πάντα ἡ τοῦ στρατοπέδου τοῦ τότε διανεμηθεῖσα εἰς τρεῖς πόλεις κατασκευὴ μία ὑπὸ βασιλέων ἀδελφῶν, παίδων Ἡρακλέους, καλῶς, ὡς ἐδόκει, ἀνηυρημένη καὶ κατακεκοσμημένη καὶ διαφερόντως τῆς ἐπὶ τὴν Τροίαν ἀφικομένης.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Syracuse -
Olympian 8.81-85
Pindar
Ἑρμᾶ δὲ θυγατρὸς ἀκούσαις ἸφίωνἈγγελίας, ἐνέποι κεν Καλλιμάχῳ λιπαρὸνκόσμον Ὀλυμπίᾳ, ὅν σφι Ζεὺς γένειὤπασεν. ἐσλὰ δ’ ἐπ’ ἐσλοῖςἔργ’ ἐθέλοι δόμεν, ὀξείας δὲ νόσους ἀπαλάλκοι.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 460Location: Olympia -
Pythian 9.117-120
Pindar
οὕτω δ᾽ ἐδίδου Λίβυς ἁρμόζων κόρᾳ νυμφίον ἄνδρα: ποτὶ γραμμᾷ μὲν αὐτὰν στᾶσε κοσμήσαις τέλος ἔμμεν ἄκρον,εἶπε δ᾽ ἐν μέσσοις ἀπάγεσθαι, ὃς ἂν πρῶτος θορὼν ἀμφί οἱ ψαύσειε πέπλοις.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 474 -
Pythian 2.10-12
Pindar
ὅ τ᾽ ἐναγώνιος Ἑρμᾶς αἰγλᾶντα τίθησι κόσμον, ξεστὸν ὅταν δίφρονἔν θ᾽ ἅρματα πεισιχάλινα καταζευγνύῃσθένος ἵππιον, ὀρσοτρίαιναν εὐρυβίαν καλέων θεόν.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 475-468 -
Isthmian 1.17-22
Pindar
κεῖνοι γὰρ ἡρώων διφρηλάται Λακεδαίμονι καὶΘήβαις ἐτέκνωθεν κράτιστοι·΄ἔν τ᾿ ἀέθλοισι θίγον πλείστων ἀγώνων,καὶ τριπόδεσσιν ἐκόσμησαν δόμονκαὶ λεβήτεσσιν φιάλαισί τε χρυσοῦ,γευόμενοι στεφάνωννικαφόρων· λάμπει δὲ σαφὴς ἀρετάἔν τε γυμνοῖσι σταδίοις σφίσιν ἔντ᾿ ἀσπιδοδούποισιν ὁπλίταις δρόμοις,οἷά τε χερσὶν ἀκοντίζοντες αἰχμαῖςκαὶ λιθίνοις ὁπότ᾿ ἐν δίσκοις ἵεν·οὐ γὰρ ἦν πενταέθλιον, ἀλλ᾿ ἐφ᾿ ἑκάστῳἔργματι κεῖτο τέλος.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 458 -
Against Eratosthanes
Lysias 12.19
καὶ ἔχοντες μὲν ἑπτακοσίας ἀσπίδας τῶν ἡμετέρων, ἔχοντες δὲ ἀργύριον καὶ χρυσίον τοσοῦτον, χαλκὸν δὲ καὶ κόσμον καὶ ἔπιπλα καὶ ἱμάτια γυναικεῖα ὅσα οὐδεπώποτε ᾤοντο κτήσεσθαι, καὶ ἀνδράποδα εἴκοσι καὶ ἑκατόν, ὧν τὰ μὲν βέλτιστα ἔλαβον, τὰ δὲ λοιπὰ εἰς τὸ δημόσιον ἀπέδοσαν, εἰς τοσαύτην ἀπληστίαν καὶ αἰσχροκέρδειαν ἀφίκοντο καὶ τοῦ τρόπου τοῦ αὑτῶν ἀπόδειξιν ἐποιήσαντοText Category: Literature: proseCentury Range: 5th century BCEDate: 403Location: Athens -
Antidosis 15.234
Isocrates
τὸ δὲ τελευταῖον Περικλῆς καὶ δημαγωγὸς ὢν ἀγαθὸς καὶ ῥήτωρ ἄριστος οὕτως ἐκόσμησε τὴν πόλιν καὶ τοῖς ἱεροῖς καὶ τοῖς ἀναθήμασι καὶ τοῖς ἄλλοις ἅπασιν, ὥστ᾽ ἔτι καὶ νῦν τοὺς εἰσαφικνουμένους εἰς αὐτὴν νομίζειν μὴ μόνον ἄρχειν ἀξίαν εἶναι τῶν Ἑλλήνων ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων, καὶ πρὸς τούτοις εἰς τὴν ἀκρόπολιν οὐκ ἐλάττω μυρίων ταλάντων ἀνήνεγκε.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Helen 10.23
Isocrates
κάλλιστον μὲν οὖν ἔχω περὶ Θησέως τοῦτ᾽ εἰπεῖν, ὅτι κατὰ τὸν αὐτὸν χρόνον Ἡρακλεῖ γενόμενος ἐνάμιλλον τὴν αὑτοῦ δόξαν πρὸς τὴν ἐκείνου κατέστησεν. οὐ γὰρ μόνον τοῖς ὅπλοις ἐκοσμήσαντο παραπλησίοις, ἀλλὰ καὶ τοῖς ἐπιτηδεύμασιν ἐχρήσαντο τοῖς αὐτοῖς, πρέποντα τῇ συγγενείᾳ ποιοῦντες.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Areopagiticus 7.66
Isocrates
καὶ μὲν δὴ καὶ τάδε τίς οὐ μνημονεύει τῶν ἡλικιωτῶν τῶν ἐμῶν, τὴν μὲν δημοκρατίαν οὕτω κοσμήσασαν τὴν πόλιν καὶ τοῖς ἱεροῖς καὶ τοῖς ὁσίοις, ὥστ᾽ ἔτι καὶ νῦν τοὺς ἀφικνουμένους νομίζειν αὐτὴν ἀξίαν εἶναι μὴ μόνον τῶν Ἑλλήνων ἄρχειν ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντωνText Category: Literature: proseCentury Range: 5th century BCE -
To Nicocles 2.32
Isocrates
τρύφα μὲν ἐν ταῖς ἐσθῆσι καὶ τοῖς περὶ τὸ σῶμα κόσμοις, καρτέρει δὲ ὡς χρὴ τοὺς βασιλεύοντας ἐν τοῖς ἄλλοις ἐπιτηδεύμασιν, ἵν᾽ οἱ μὲν ὁρῶντες διὰ τὴν ὄψιν ἄξιόν σε τῆς ἀρχῆς εἶναι νομίζωσιν, οἱ δὲ συνόντες διὰ τὴν τῆς ψυχῆς ῥώμην τὴν αὐτὴν ἐκείνοις γνώμην ἔχωσιν.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
To Archidamus 9.9-10
Isocrates
οἳ τῆς μὲν βασιλέως χώρας μικρὸν μέρος λυμαίνονται, τὰς δὲ πόλεις τὰς Ἑλληνίδας, εἰς ἣν ἂν εἰσέλθωσιν, ἀναστάτους ποιοῦσι, τοὺς μὲν ἀποκτείνοντες, τοὺς δὲ φυγαδεύοντες, τῶν δὲ τὰς οὐσίας διαρπάζοντες, ἔτι δὲ παῖδας καὶ γυναῖκας ὑβρίζοντες, καὶ τὰς μὲν εὐπρεπεστάτας καταισχύνοντες, τῶν δ᾿ ἄλλων ἃ περὶ τοῖς σώμασιν ἔχουσι περισπῶντες, ὥσθ᾿ ἃς πρότερον οὐδὲ κεκοσμημένας ἦν ἰδεῖν τοῖς ἀλλοτρίοις, ταύτας ὑπὸ πολλῶν ὁρᾶσθαι γυμνάς, ἐνίας δ᾿ αὐτῶν ἐν ῥάκεσι περιφθειρομένας δι᾿ ἔνδειαν τῶν ἀναγκαίων.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Ciron 8.22
Isaeus
δεομένης δὲ τῆς τοῦ πάππου γυναικὸς ἐκ τῆς οἰκίας αὐτὸν ἐκείνης θάπτειν, καὶ λεγούσης ὅτι βούλοιτ᾽ ἂν αὐτὴ τὸ σῶμα τὸ ἐκείνου συμμεταχειρίζεσθαι μεθ᾽ ἡμῶν καὶ κοσμῆσαι, καὶ ταῦτα ἱκετευούσης καὶ κλαιούσης, ἐπείσθην, ὦ ἄνδρες, καὶ τούτῳ προσελθὼν μαρτύρων ἐναντίον εἶπον ὅτι ἐντεῦθεν ποιήσομαι τὴν ταφήν: δεδεημένη γὰρ εἴη ταῦτα ποιεῖν ἡ τούτου ἀδελφή.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Dicaeogenes 5.42
Isaeus
ἔτι δ᾽ ἐν ἀκροπόλει ἀπαρχὰς τῶν ὄντων ἀναθέντες πολλοῖς, ὡς ἀπὸ ἰδίας κτήσεως, ἀγάλμασι χαλκοῖς καὶ λιθίνοις κεκοσμήκασι τὸ ἱερόν.Text Category: LIterature: proseCentury Range: 4th century BCELocation: Athens -
Homeric Hymns 5.161-167
Homer
οἳ δ᾽ ἐπεὶ οὖν λεχέων εὐποιήτων ἐπέβησαν,κόσμον μέν οἱ πρῶτον ἀπὸ χροὸς εἷλε φαεινόν,πόρπας τε γναμπτάς θ᾽ ἕλικας κάλυκάς τε καὶ ὅρμους.λῦσε δέ οἱ ζώνην ἰδὲ εἵματα σιγαλόενταἔκδυε καὶ κατέθηκεν ἐπὶ θρόνου ἀργυροήλουἈγχίσης: ὃ δ᾽ ἔπειτα θεῶν ἰότητι καὶ αἴσῃἀθανάτῃ παρέλεκτο θεᾷ βροτός, οὐ σάφα εἰδώς.Text Category: Literature: poetryCentury Range: 7th century BCE -
Homeric Hymn 32.3-8
Homer
ἧς ἄπο αἴγλη γαῖαν ἑλίσσεται οὐρανόδεικτοςText Category: Literature: poetryCentury Range: 7th century BCE -
Homeric Hymns 6.5-18
Homer
τὴν δὲ χρυσάμπυκες Ὧραιδέξαντ᾽ ἀσπασίως, περὶ δ᾽ ἄμβροτα εἵματα ἕσσαν:κρατὶ δ᾽ ἐπ᾽ ἀθανάτῳ στεφάνην εὔτυκτον ἔθηκανκαλήν, χρυσείην: ἐν δὲ τρητοῖσι λοβοῖσινἄνθεμ᾽ ὀρειχάλκου χρυσοῖό τε τιμήεντος:δειρῇ δ᾽ ἀμφ᾽ ἁπαλῇ καὶ στήθεσιν ἀργυφέοισινὅρμοισι χρυσέοισιν ἐκόσμεον, οἷσί περ αὐταὶὯραι κοσμείσθην χρυσάμπυκες, ὁππότ᾽ ἴοιενἐς χορὸν ἱμερόεντα θεῶν καὶ δώματα πατρός. αὐτὰρ ἐπειδὴ πάντα περὶ χροῒ κόσμον ἔθηκαν,ἦγον ἐς ἀθανάτους: οἳ δ᾽ ἠσπάζοντο ἰδόντεςχερσί τ᾽ ἐδεξιόωντο καὶ ἠρήσαντο ἕκαστοςεἶναι κουριδίην ἄλοχον καὶ οἴκαδ᾽ ἄγεσθαι,εἶδος θαυμάζοντες ἰοστεφάνου Κυθερείης.Text Category: Literature: poetryCentury Range: 7th century BCE -
Homeric Hymns 5.64-67
Homer
ἑσσαμένη δ᾽ εὖ πάντα περὶ χροῒ εἵματα καλὰχρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτησεύατ᾽ ἐπὶ Τροίης προλιποῦσ᾽ εὐώδεα Κύπρον,ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον.Text Category: Literature: poetryCentury Range: 7th century BCE -
Iliad 14.187-189
Homer
αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμονβῆ ῥ᾽ ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δ᾽ Ἀφροδίτηντῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε:Text Category: Literature: poetryCentury Range: 7th century BCE -
Works and Days 69-76
Hesiod
ὣς ἔφαθ᾽: οἳ δ᾽ ἐπίθοντο Διὶ Κρονίωνι ἄνακτι.αὐτίκα δ᾽ ἐκ γαίης πλάσσεν κλυτὸς Ἀμφιγυήειςπαρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς:ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη:ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼὅρμους χρυσείους ἔθεσαν χροΐ: ἀμφὶ δὲ τήν γεὯραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσιν:πάντα δέ οἱ χροῒ κόσμον ἐφήρμοσε Παλλὰς Ἀθήνη.Text Category: Literature: poetryCentury Range: 7th century BCELocation: Boeotia