Items
-
Historiae Romanae 51.22.2
Cassius Dio
ἐνέστησε δὲ ἐς αὐτὸ τὸ ἄγαλμα τὸ τῆς Νίκης τὸ καὶ νῦν ὄν, δηλῶν, ὡς ἔοικεν, ὅτι παρ᾿ αὐτῆς τὴν ἀρχὴν ἐκτήσατο· ἦν δὲ δὴ τῶν Ταραντίνων, καὶ ἐκεῖθεν ἐς τὴν Ῥώμην κομισθὲν ἔν τε τῷ συνεδρίῳ ἱδρύθη καὶ Αἰγυπτίοις λαφύροις ἐκοσμήθη.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 51.19.2
Cassius Dio
τήν τε κρηπῖδα τοῦ Ἰουλιείου ἡρῴου τοῖς τῶν αἰχμαλωτίδων νεῶν ἐμβόλοις κοσμηθῆναι, καὶ πανήγυρίν οἱ πεντετηρίδα ἄγεσθαι, ἔν τε τοῖς γενεθλίοις αὐτοῦ καὶ ἐν τῇ τῆς ἀγγελίας τῆς νίκης ἡμέρᾳ ἱερομηνίαν εἶναιText Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 51.17.8
Cassius Dio
τοῖς τε προδανείσασί τι πάντα ἀπηλλάγη, καὶ τοῖς συμμετασχοῦσι τοῦ πολέμου καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων πάμπολλα ἐδόθη, τό τε σύμπαν ἥ τε ἀρχὴ ἡ τῶν Ῥωμαίων ἐπλουτίσθη καὶ τὰ ἱερὰ αὐτῶν ἐκοσμήθη.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 51.12.1
Cassius Dio
Οἶκόν τε οὖν ἐκπρεπῆ καὶ κλίνην πολυτελῆ παρασκευάσασα, καὶ προσέτι καὶ ἑαυτὴν ἠμελημένως πως κοσμήσασα (καὶ γὰρ ἐν τῷ πενθίμῳ σχήματι δεινῶς ἐνέπρεπεν) ἐκαθέζετο ἐπὶ τῆς κλίνης, πολλὰς μὲν εἰκόνας τοῦ πατρὸς αὐτοῦ καὶ παντοδαπὰς παραθεμένη, πάσας δὲ τὰς ἐπιστολὰς τὰς παρ᾿ ἐκείνου οἱ πεμφθείσας ἐς τὸν κόλπον λαβοῦσαText Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 51.1.3
Cassius Dio
τό τε χωρίον ἐν ᾧ ἐσκήνησε, λίθοις τε τετραπέδοις ἐκρηπίδωσε καὶ τοῖς ἁλοῦσιν ἐμβόλοις ἐκόσμησεν, ἕδος τι ἐν αὐτῷ τοῦ Ἀπόλλωνος ὑπαίθριον ἱδρυσάμενος.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 48.45.7
Cassius Dio
οὔτε ἐξέδωκεν ἐξαιτηθέντα καὶ προσέτι καὶ ἐν τιμῇ μεγάλῃ ἤγαγε δακτυλίοις τε χρυσοῖς ἐκόσμησε καὶ ἐς τὸ τῶν ἱππέων τέλος ἐσέγραψε.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 48.42.5
Cassius Dio
κατακαυθὲν γὰρ αὐτὸ ἀνῳκοδόμησε καὶ καθιέρωσεν, ἄλλοις τέ τισι λαμπρῶς κοσμήσας καὶ εἰκόσιν, ἃς παρὰ τοῦ Καίσαρος ὡς καὶ ἀποδώσων ᾐτήσατοText Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 44.31.3
Cassius Dio
ἐν δ᾿ οὖν τῷ τότε ἐπί τε ἵππων αὐτοὺς ὥσπερ ἐν ἐπινικίοις τισὶν ἐσαγαγόντες, καὶ τῇ νικητηρίᾳ στολῇ ἐξ ἴσου τοῖς πέμψασιν αὐτὰ κοσμήσαντες, τάς τε πανηγύρεις ἐπὶ τῶν ἀρχικῶν δίφρων θεωρεῖν ποιήσαντεςText Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romana 44.16.1
Cassius Dio
Ταῦτα μὲν ὕστερον ἐγένετο· τότε δὲ τήν τε εἰρηνικὴν ἐσθῆτα οἱ ἐν τῇ Ῥώμῃ ὄντες ἀνέλαβον (ἐκδεδυκότες γὰρ αὐτὴν ἄνευ ψηφίσματος ἀνάγκῃ τοῦ δήμου ἦσαν) καὶ αὐτοί τε ἑώρταζον, καὶ τὸν Καίσαρα ἔν τε στολῇ ἐπινικίῳ ἐς τὸ ἄστυ ἐσεκόμισαν καὶ δαφνίνῳ στεφάνῳ ἐτίμησαν, ὥσθ᾿ ὁσάκις οἱ τὰ νικητήρια πέμψαντες εἰώθεσαν αὐτῷ χρῆσθαι, καὶ ἐκεῖνόν οἱ κοσμεῖσθαι.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 44.11.2
Cassius Dio
ἐπειδὴ γὰρ ἐν τῇ τῶν Λυκαίων γυμνοπαιδίᾳ ἔς τε τὴν ἀγορὰν ἐσῆλθε καὶ ἐπὶ τοῦ βήματος τῇ τε ἐσθῆτι τῇ βασιλικῇ κεκοσμημένος καὶ τῷ στεφάνῳ τῷ διαχρύσῳ λαμπρυνόμενος ἐς τὸν δίφρον τὸν κεχρυσωμένον ἐκαθίζετο, καὶ αὐτὸν ὁ Ἀντώνιος βασιλέα τε μετὰ τῶν συνιερέων προσηγόρευσε καὶ διαδήματι ἀνέδησενText Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 48.43.1
Cassius Dio
Τοῦτο μὲν δὴ τῇ Ῥώμῃ ἔδωκεν, αὐτὸς δὲ τήν τε στολὴν τὴν ἐπινίκιον ἐν πάσαις ταῖς πανηγύρεσι κατὰ δόγμα ἐνεδύετο, καὶ τῷ στεφάνῳ τῷ δαφνίνῳ ἀεὶ καὶ πανταχοῦ ὁμοίως ἐκοσμεῖτοText Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 48.18.3
Cassius Dio
ἀλλ᾿ ὁρᾶτε ὅτι τὰ μέν τινα αὐτῶν ἐς τοὺς πολέμους δεδαπάνηται, τὰ δὲ καὶ ὑμῖν τετήρηται, ἀφ᾿ ὧν ἥ τε πόλις κοσμηθήσεται καὶ τὰ λοιπὰ διοικηθήσεται.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 37.21.2
Cassius Dio
καὶ αὐτὰ μὲν ἅπαξ ἀπὸ πάντων τῶν πολέμων ἤγαγε, τρόπαια δὲ ἄλλα τε πολλὰ καὶ καλῶς κεκοσμημένα καθ᾿ ἕκαστον τῶν ἔργων καὶ τὸ βραχύτατον ἔπεμψε, καὶ ἐπὶ πᾶσιν ἓν μέγα, πολυτελῶς τε κεκοσμημένον καὶ γραφὴν ἔχον ὅτι τῆς οἰκουμένης ἐστίνText Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 30-35.102.9
Cassius Dio
καὶ ἦν τὸ θέαμα οὐδέν τι τοῦ ὀλέθρου αὐτῶν πραότερον· τά τε γὰρ ἄλλα καὶ τοῖς ὁρῶσι προσπαρίστη νομίζειν ὅτι, ὅσα πολεμίων ἀκροστολίοις οἱ προπάτορές σφων ἐκεκοσμήκεσαν, ταῦτα τότε ταῖς τῶν πολιτῶν κεφαλαῖς ἀπεκοσμεῖτο.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Varia Historia 12.1
Aelian
ἐπεὶ δὲ αὐτὴν ἤγαγον δεδεμένην, ἠγανάκτει καὶ τοὺς μὲν τοῦτο δράσαντας εἰς δεσμωτήριον ἐνέβαλε, προσέταξε δὲ αὐτῇ δοθῆναι κόσμον πολυτελῆText Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome -
Varia Historia 9.39
Aelian
νεανίσκος δὲ Ἀθήνησι τῶν εὖ γεγονότων πρὸς τῷ πρυτανείῳ ἀνδριάντος ἑστῶτος τῆς Ἀγαθῆς Τύχης θερμότατα ἠράσθη. κατεφίλει γοῦν τὸν ἀνδριάντα περιβάλλων, εἶτα ἐκμανεὶς καὶ οἰστρηθεὶς ὑπὸ τοῦ πόθου, παρελθὼν ἐς τὴν βουλὴν καὶ λιτανεύσας ἕτοιμος ἦν πλείστων χρημάτων τὸ ἄγαλμα πρίασθαι. ἐπεὶ δὲ οὐκ ἔπειθεν, ἀναδήσας πολλαῖς ταινίαις καὶ στεφανώσας τὸ ἄγαλμα καὶ θύσας καὶ κόσμον αὐτῷ περιβαλὼν πολυτελῆ εἶτα ἑαυτὸν ἀπέκτεινε, μυρία προκλαύσας.`Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome -
Varia Historia 4.22
Aelian
Οἱ πάλαι Ἀθηναῖοι ἁλουργῆ μὲν ἠμπείχοντο ἱμάτια, ποικίλους δὲ ἐνέδυνον χιτῶνας· κορύμβους δὲ ἀναδούμενοι τῶν ἐν τῇ κεφαλῇ τριχῶν, χρυσοῦς ἐνείροντες αὐταῖς τέττιγας καὶ κόσμον ἄλλον πρόσθετον περιαπτόμενοι χρυσοῦ προῄεσανText Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome -
Varia Historia 2.14
Aelian
ἀλλὰ καὶ ἐξῆψεν αὐτῆς κόσμον πολυτελῆ, στρεπτοῖς καὶ ψελλίοις τιμῶν τοὺς κλάδους, καὶ μελεδωνὸν αὐτῇ κατέλιπεν, ὥσπερ ἐρωμένῃ φύλακα καὶ φρουρόν. ἐκ δὲ τούτων τί τῷ δένδρῳ καλὸν ἀπήντησεν; ὁ μὲν γὰρ κόσμος ὁ ἐπίκτητος καὶ μηδὲν αὐτῷ προσήκων ἄλλως ἐκρέματο καὶ συνεμάχετο εἰς ὥραν οὐδέν, ἐπεὶ τοῦ φυτοῦ κάλλος ἐκεῖνό ἐστινText Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome -
Varia Historia 1.20
Aelian
Διονύσιος ἐξ ἁπάντων τῶν ἐν Συρακούσαις ἱερῶν ἐσύλησε τὰ χρήματα. τοῦ δὲ ἀγάλματος τοῦ Διὸς περιεῖλε τὴν ἐσθῆτα καὶ τὸν κόσμον, ὃς ἦν, φασι, χρυσίου πέντε καὶ ὀγδοήκοντα ταλάντωνText Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome -
Varia Historia 1.16
Aelian
Ὅτε ἧκεν ἡ ναῦς ἡ ἐκ Δήλου καὶ ἔδει Σωκράτην ἀποθνῄσκειν, ἀφίκετο εἰς τὸ δεσμωτήριον Ἀπολλόδωρος ὁ τοῦ Σωκράτους ἑταῖρος, χιτῶνά τε αὐτῷ φέρων ἐρίων πολυτελῆ καὶ εὐήτριον καὶ ἱμάτιον τοιοῦτο. καὶ ἠξίου ἐνδύντα αὐτὸν τὸν χιτῶνα καὶ θοἰμάτιον περιβαλόμενον εἶτα οὕτω πιεῖν τὸ φάρμακον. ἔλεγε γὰρ αὐτῷ καλῶν ἐνταφίων μὴ ἀμοιρήσειν, εἰ ἐν αὐτοῖς ἀποθάνοι· καὶ γὰρ οὖν καὶ προκείσεσθαι25 σὺν τῷ κόσμῳ τὸν νεκρὸν οὐ πάνυ τι ἀδόξως.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome -
Varia Historia 14.7
Aelian
ἐτίθεντο δὲ καὶ φροντίδα οἱ ἔφοροι καθ᾿ ἑκάστην πολυπραγμονεῖν τὰ περὶ τὴν στολήν, ἵνα9 ἕκαστα αὐτῆς μὴ ἀπολείπηται τοῦ κόσμου τοῦ δέοντος.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome -
Varia Historia 11.9
Aelian
Ὅτι Σκιπίων τέτταρα καὶ πεντήκοντα ἔτη βιώσας οὐδὲν οὔτε ἐπρίατο οὔτε ἀπέδοτο· οὕτως ἄρα ὀλίγων ἐδεῖτο, ἀσπίδα δὲ αὐτῷ τινος ἐπιδείξαντος εὖ κεκοσμημένην εἶπεν· “ἀλλὰ τόν γε Ῥωμαῖον ἄνδρα προσήκει ἐν τῇ δεξιᾷ τὰς ἐλπίδας ἔχειν, ἀλλ᾿ οὐκ ἐν τῇ ἀριστερᾷText Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome -
Varia Historia 8.7
Aelian
καὶ ἑκάστη κλίνη ἀργυρόπους ἦν, ἡ δὲ αὐτοῦ χρυσόπους, καὶ κεκόσμηντο πᾶσαι ἁλουργοῖς καὶ ποικίλοις ἱματίοις ὑφῆς βαρβαρικῆς μεγατίμου.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome -
Varia Historia 6.12
Aelian
ἡ δὲ πόλις τῶν Συρακουσίων λιμέσιν ἐκεκόσμητο μεγίστοις, καὶ τεῖχος αὐτῇ περιεβέβλητο ὑψηλότατον, σκεύη δὲ εἶχεν ἕτοιμα ναυσὶν ἄλλαις πεντακοσίαις, τεθησαύριστο δὲ αὐτῇ καὶ σῖτος εἰς ἑκατὸν μεδίμνων μυριάδας καὶ ὁπλοθήκη νενησμένη ἀσπίσι καὶ μαχαίραις καὶ δόρασι.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome -
De Natura Animalium 16.5
Aelian
καὶ Ὅμηρος μὲν λέγει βασιλεῖ κεῖσθαι ἄγαλμα Ἕλληνι χαλινὸν καὶ κόσμον ἵππου, ὁ δὲ ἔποψ οὗτος Ἰνδῶν βασιλεῖ ἄθυρμά ἐστι, καὶ διὰ χειρῶν αὐτὸν φέρει, καὶ ἥδεται αὐτῷ, καὶ συνεχὲς ἐνορᾷ τὴν ἀγλαΐαν τεθηπὼς τοῦ ὄρνιθος καὶ τὸ κάλλος τὸ αὐτοφυές.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome