Items
-
Deipnosophistae 5.28
Athenaeus
προέκειτο δὲ αὐτοῦ κρατὴρ Λακωνικὸς χρυσοῦς μετρητῶν δεκαπέντε καὶ τρίπους χρυσοῦς, ἐφ᾽ οὗ θυμιατήριον χρυσοῦν καὶ φιάλαι δύο χρυσαῖ , κασίας μεσταὶ καὶ κρόκου, περιέκειτο δ᾽ αὐτῷ καὶ σκιὰς ἐκ κισσοῦ καὶ ἀμπέλου καὶ τῆς λοιπῆς ὀπώρας κεκοσμημένη, προσήρτηντο δὲ καὶ στέφανοι καὶ ταινίαι καὶ θύρσοι καὶ τύμπανα καὶ μίτραι πρόσωπά τε σατυρικὰ καὶ κωμικὰ καὶ τραγικά.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 5.27
Athenaeus
ᾧ γυνὴ περικαλλεστάτη καὶ ἴση κατὰ τὸ μέγεθος εἵπετο πολλῷ χρυσῷ καὶ διαπρεπεῖ χιτῶνι κεκοσμημένη, φέρουσα τῇ μὲν μιᾷ τῶν χειρῶν στέφανον περσέας, τῇ δ᾽ ἑτέρᾳ ῥάβδον φοίνικος: ἐκαλεῖτο δὲ αὕτη Πεντετηρίς.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 4.38
Athenaeus
παρὰ δὲ Τυρρηνοῖς δὶς τῆς ἡμέρας τράπεζαι πολυτελεῖς παρασκευάζονται ἀνθιναί τε στρωμναὶ καὶ ἐκπώματα ἀργυρᾶ παντοδαπά, καὶ δούλων πλῆθος εὐπρεπῶν παρέστηκεν ἐσθήσεσι πολυτελέσι κεκοσμημένων.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 4.29
Athenaeus
τῶν δ᾽ ἡγεμόνων ἐφ᾽ ᾗ ἕκαστος κατέκειτο κλίνῃ καὶ τὰ κυλικεῖα καθὼς ταῖς στρωμναῖς ἐμεμέριστο, ἑκάστῳ φέρειν ἐπέτρεψε, καὶ κατὰ τὴν ἄφοδον τοῖς μὲν ἐν ἀξιώμασι φορεῖα σὺν τοῖς κομίζουσι, τοῖς πλείοσι δὲ καταργύροις σκευαῖς κεκοσμημένους ἵππους, πᾶσι δὲ λαμπτηροφόρους παῖδας Αἰθίοπας παρέστησε, τῇ δὲ τετάρτῃ τῶν ἡμερῶν ταλαντιαίους εἰς ῥόδα μισθοὺς διέδωκε, καὶ κατεστρώθη ἐπὶ πηχυαῖα βάθη τὰ ἐδάφη τῶν ἀνδρώνων ἐμπεπετασμένων δικτύων τοῖς ἕλιξιν.’Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 4.17
Athenaeus
παῖδές τε γὰρ κιθαρίζουσιν ἐν χιτῶσιν ἀνεζωσμένοις καὶ πρὸς αὐλὸν ᾁδοντες πάσας ἅμα τῷ πλήκτρῳ τὰς χορδὰς ἐπιτρέχοντες ἐν ῥυθμῷ μὲν ἀναπαίστῳ, μετ᾽ ὀξέος δὲ τόνου τὸν θεὸν ᾁδουσιν ἄλλοι δ᾽ ἐφ᾽ ἵππων κεκοσμημένων τὸ θέατρον διεξέρχονταιText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 4.12
Athenaeus
χεῖρας νιψαμένοισιν ἀπ᾽ ' Ὠκεανοῖο ῥοάωνὡραῖος παῖς ἦλθε φέρων μύρον ἴρινον ἡδύ,ἄλλος δ᾽ αὖ στεφάνους ἐπὶ δεξιὰ πᾶσιν ἔδωκεν,οἳ ῥόδον ἀμφεπλέκοντο διάνδιχα κοσμηθέντες.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 2.31
Athenaeus
πρῶτοι δὲ Πέρσαι, ὥς φησιν Ἡρακλείδης,καὶ τοὺς λεγομένους στρώτας ἐφεῦρον, ἵνα κόσμον ἔχῃ ἡ στρῶσις καὶ εὐάφειανText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 2.30
Athenaeus
κἆτ᾽ ἐν κλίναις ἐλεφαντόποσιν καὶ στρώμασι πορφυροβάπτοιςκἀν φοινικίσι Σαρδιακαῖσιν κοσμησάμενοι κατάκεινται.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 1.50
Athenaeus
Τυρσηνὴ δὲ κρατεῖ χρυσότυπος φιάληκαὶ πᾶς χαλκὸς ὅτις κοσμεῖ δόμον ἔν τινι χρείᾳ.Φοίνικες δ᾽ εὗρον γράμματα ἀλεξίλογα.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita decem oratorum 11
Plutarch
πρός τε τούτοις ἡμίεργα παραλαβὼν τούς τε νεωσοίκους καὶ τὴν σκευοθήκην καὶ τὸ θέατρον τὸ Διονυσιακὸν ἐξειργάσατο, καὶ ἐπετέλεσε τό τε στάδιον τὸ Παναθηναϊκὸν καὶ τὸ γυμνάσιον τὸ κατὰ τὸ1 Λύκειον κατεσκεύασε, καὶ ἄλλαις πολλαῖς κατασκευαῖς ἐκόσμησε τὴν πόλιν·Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Vita decem oratorum 8
Plutarch
τῶν δ᾽ Ἀθηναίων ψηφισαμένων οἷς ὤφειλε τριάκοντα ταλάντοις κοσμῆσαι αὐτὸν τὸν βωμὸν τοῦ σωτῆρος Διὸς ἐν Πειραιεῖ καὶ ἀφεῖσθαι, τοῦτο γράψαντος τὸ ψήφισμα Δήμωνος Παιανιέως, ὃς ἦν ἀνεψιὸς αὐτῷ, πάλιν ἐπὶ τούτοις ἦν πολιτευόμενος.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Sulla 34.1
Plutarch
ὁ μέντοι θρίαμβος αὐτοῦ τῇ πολυτελείᾳ καὶ καινότητι τῶν βασιλικῶν λαφύρων σοβαρὸς γενόμενος μείζονα κόσμον ἔσχε καί καλὸν θέαμα τοὺς φυγάδαςText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Quomodo adolescens poetas audire debeat 1.8
Plutarch
πάλιν τῆς Πηνελόπης τοῖς μνηστῆρσι προσδιαλεγομένης οὐκ ἀπανθρώπως, ἐκείνων δ᾽ αὐτῇ χαριζομένων ἱμάτια καὶ κόσμον ἄλλον, ἡδόμενος ὈδυσσεὺςText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Quomodo adolescens poetas audire debeat 1.4
Plutarch
διὸ καὶ τὸν Ὀδυσσέα τῷ κιθαρῳδῷ προστάττοντα πεποίηκενἀλλ᾽ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον,Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Numa 2.6
Plutarch
ὅπως δὲ μὴ σύγχυσιν ἐκ τῆς ἀναρχίας ἡ στάσις ἀπεργάσεται, μετεώρου τοῦ πολιτεύματος ὄντος, ἔταξαν οἱ πατρίκιοι, πεντήκοντα καὶ ἑκατὸν ὄντων αὑτῶν, ἕκαστον ἐν μέρει τοῖς βασιλικοῖς παρασήμοις κοσμούμενον θύειν τε τοῖς θεοῖς τὰ νενομισμένα καὶ χρηματίζειν ἓξ μὲν ὥρας τῆς νυκτός, ἓξ δὲ τῆς ἡμέρας,Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Non posse suaviter vivi secundum Epicurum 26
Plutarch
αἰτεῖν καὶ ποθεῖν ἐκείνους, χαίρουσιν ἐπιδιδόντες ὥσπερ ὁ Περίανδρος τῇ γυναικὶ τὸν κόσμον, ὡς δεομένῃ καὶ ῥιγοῦν λεγούσῃ, συγκατέκαυσεν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De sera numinis vindicta 8
Plutarch
καὶ τὰ περὶ τὸν Βέσσον τὸν Παίονα καὶ Ἀρίστωνα τὸν Οἰταῖον ξεναγὸν οἶσθα δήπουθεν, ὦ Πατροκλέα’ ‘μὰ Δί᾽’ εἶπεν ‘ἀλλὰ δέομαι μαθεῖν’ ‘ὁ μὲν Ἀρίστων’ ἔφην ‘τὸν Ἐριφύλης κόσμον ἐνταῦθα κείμενον καθελὼν τῶν τυράννων διδόντων ἐκόμισε τῇ γυναικὶ δῶρον ὁ δ᾽ υἱὸς αὐτοῦ πρὸς τὴν μητέρα διοργισθεὶς ἔκ τινος αἰτίας ὑφῆψε τὴν οἰκίαν καὶ πάντας ἐν ταὐτῷ κατέκαυσεν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De vitando aere alieno 1
Plutarch
αἱ μὲν οὖν Ῥωμαίων γυναῖκες εἰς ἀπαρχὴν τῷ Πυθίῳ Ἀπόλλωνι τὸν κόσμον ἐπέδωκαν, ὅθεν ὁ χρυσοῦς κρατὴρ εἰς Δελφοὺς ἐπέμφθη:Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De amore prolis 2
Plutarch
ἡδονὴν γὰρ οὐκ ἔχει τέλος ἀλλὰ γέννησιν καὶ τέκνωσιν. διὰ τοῦτ᾽ ἔτους ὥρᾳ, ἣ πνοάς τε γονίμους ἔχει καὶ πρόσφορον λοχευομένοις κρᾶσιν, συνῆλθεν εἰς ταὐτὸ τῷ ἄρρενι τὸ θῆλυ χειρόηθες καὶ ποθεινόν, ἡδείᾳ μὲν ὀσμῇ χρωτὸς ἰδίῳ δὲ κόσμῳ σώματος ἀγαλλόμενον, δρόσου καὶ βοτάνης ἀνάπλεωνText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Pyrrhus 16.7
Plutarch
ἐπεὶ δ̓ ἑώρα θυρεούς τε πολλοὺς ὑπερφαινομένους τοῦ ποταμοῦ καὶ τοὺς ἱππεῖς ἐπελαύνοντας ἐν τάξει, συστρέψας ἐνέβαλε πρῶτος, αὐτόθεν τε περίοπτος ὢν ὅπλων κάλλει καὶ λαμπρότητι κεκοσμημένων περιττῶς, καὶ τὴν δόξαν ἐπιδεικνύμενος ἔργοις οὐκ ἀποδέουσαν αὐτοῦ τῆς ἀρετῆςText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Caius Marius 25.7
Plutarch
οἱ δὲ ἱππεῖς μύριοι καὶ πεντακισχίλιοι τὸ πλῆθος ὄντες ἐξήλασαν λαμπροί, κράνη μὲν εἰκασμένα θηρίων φοβερῶν χάσμασι καὶ προτομαῖς ἰδιομόρφοις ἔχοντες, ἃς ἐπαιρόμενοι λόφοις πτερωτοῖς εἰς ὕψος ἐφαίνοντο μείζους, θώραξι δὲ κεκοσμημένοι σιδηροῖς, θυρεοῖς δὲ λευκοῖς στίλβοντες. ἀκόντισμα δὲ ἦν ἑκάστῳ διβολία: συμπεσόντες δὲ μεγάλαις ἐχρῶντο καὶ βαρείαις μαχαίραις.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Quaestiones convivales 8.4
Plutarch
κἀκεῖ πρῶτον ἐπὶ τιμῇ τοῦ θεοῦ δάφνῃ καὶ φοίνικι τοὺς νικῶντας ἐκόσμησαν, ἅτε δὴ καὶ τῷ θεῷ μὴ δάφνας μηδ᾽ ἐλαίας ἀλλὰ φοίνικας ἀνατιθέντες, ὡς ἐν Δήλῳ Νικίας χορηγήσας Ἀθηναίων καὶ ἐν Δελφοῖς Ἀθηναῖοι καὶ Κύψελος πρότερον Κορίνθιος ἐπεὶ καὶ φίλαθλος ἄλλως καὶ φιλόνικος ἡμῖν ὁ θεός, αὐτὸς ἐν κιθαρίσει καὶ ᾠδῇ καὶ βολαῖς δίσκων, ὡς δ᾽ ἔνιοί φασι, καὶ πυγμῇ ἁμιλλώμενοςText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Quaestiones convivales 7.5
Plutarch
ἐν Πυθίοις Καλλίστρατος, τῶν Ἀμφικτυόνων ὢν 1 ἐπιμελητής, αὐλῳδόν τινα πολίτην καὶ φίλον ὑστερήσαντα τῆς ἀπογραφῆς τοῦ μὲν ἀγῶνος εἶρξε κατὰ τὸν νόμον: ἑστιῶν δ᾽ ἡμᾶς παρήγαγεν εἰς τὸ συμπόσιον ἐσθῆτι καὶ στεφάνοις, ὥσπερ ἐν ἀγῶνι, μετὰ τοῦ χοροῦ κεκοσμημένον ἐκπρεπῶς.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Quaestiones convivales 6.7
Plutarch
χαριέντως δὲ τὴν διαφορὰν ὁ ποιητὴς ἐπιδείκνυσιν ἐπὶ τῆς κοσμουμένης Ἥραςἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἀθανάτοιολύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ᾽ ἐλαίῳμέχρι τούτων ἐπιμέλεια καὶ καθαριότης ἐστιν:Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Quaestiones convivales 3.1
Plutarch
καὶ οὐ μόνης ὡς ἔοικε κατ᾽ Ἐμπεδοκλέα ‘τῆς δάφνης τῶν φύλλων ἀπὸ πάμπαν ἔχεσθαι χρή,’ ἀλλὰ καὶ τῶν ἄλλων φείδεσθαι δένδρων ἁπάντων καὶ μὴ κοσμεῖν ἑαυτοὺς ταῖς ἐκείνων ἀκοσμίαις, βίᾳ καὶ παρὰ φύσιν τὰ φύλλα συλῶντας; αὐτῶν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea