Items
-
Oration 1.186
Aelius Aristides
ὥστε ἀδικήσω καθυφεὶς μᾶλλον ἢ διοχλήσω λέγων. ἔπειτα ἐνθυμητέον καὶ ἀπ’ αὐτοῦ τοῦ συμβόλου τῶν λόγων ὅτι οὐδὲ τὴν τῶν Παναθηναίων αὐτῶν ἑορτὴν ἡμῖν ἡμέρᾳ μιᾷ ἀνάγκη μετρεῖν, ἀλλ’, εἴ γε καὶ τοῦτο δεῖ προσθεῖναι, καὶ τὸ πλῆθος τῶν ἡμερῶν κόσμου χάριν καὶ σεμνότητος ἀνεῖται.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 155Location: Athens -
Oration 1.166
Aelius Aristides
Ξέρξης δὲ καθῆστο μὲν ἐπὶ τῆς ἠπείρου κεκοσμημένος, ὥσπερ ἄλλον τινὰ ἀγῶνα ποιῶν ἤ τις τῶν ἐξ οὐρανοῦ κριτὴς τῶν γιγνομένων, οἰόμενος τοῖς ἑαυτοῦ τὸν παρ’ αὑτοῦ φόβον ἀρκέσειν.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 155Location: Athens -
Oration 1.88
Aelius Aristides
οὐ τοίνυν τῶν μὲν ἄλλων οὐδὲ καθ’ ἓν ἡττᾶσθαι τῇ πόλει συμβέβηκεν, οὐδὲ τῶν πολεμίων ὅσον εἶπον κεκρατηκέναι, τῶν δὲ παρ’ αὐτῇ ταῦτα γνόντων ὑπὲρ αὐτῆς ἀπολειφθῆναι τὴν χάριν, ἀλλὰ καὶ τούτους ταῖς εὐεργεσίαις νενικηκυῖα φανήσεται, Κόδρῳ μὲν δοῦσα τὴν ἀρχὴν εἰς τοὺς παῖδας καὶ κοσμήσασα καὶ παρ’ αὐτῇ κἀν τῇ ὑπερορίᾳ τὸ γένος, τῶν δὲ κορῶν ἱερὰ ἱδρυσαμένη καὶ θείας μοίρας ἀντὶ θνητῆς ἀξιώσασα ταῖς τιμαῖς, Ἐρεχθέα δὲ τοῖς ἐν ἀκροπόλει θεοῖς πάρεδρον ἀποδείξασαText Category: Literature: proseCentury Range: 2nd century CEDate: 155Location: Athens -
Oration 1.87
Aelius Aristidies
λέγεται γὰρ Ἐρεχθεὺς μὲν ἐν τῷ πρὸς Εὔμολπον τούτῳ πολέμῳ τὴν θυγατέρα ὑπὲρ τῆς πόλεως ἐπιδοῦναι τοῦ θεοῦ χρήσαντος, προσαγαγεῖν δ’ αὐτὴν κοσμήσασα ἡ μήτηρ ὥσπερ εἰς θεωρίαν πέμπουσαText Category: Literature: proseCentury Range: 2nd century CEDate: 155 -
Oration 1.66
Aelius Aristides
ὥστ’ ἐμοὶ μὲν γέλως ἐπέρχεται ἀκούοντι τῶν νῦν πόλεων τοῖς σφετέροις κόσμοις φιλοτιμουμένων καὶ φρονουσῶν ὡς ἐπὶ λαμπροῖς, ὅταν εὑρίσκω θεωρῶν ὑπὸ τῆς ὑμετέρας πόλεως γῆν καὶ θάλατταν κεκοσμημένην ἄνευ τῶν ἄλλων πολλῶν καὶ πολλῷ μειζόνων.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 155Location: Athens -
Oration 1.43
Aelius Aristides
αὖθις δὲ ὅπλων τε χρῆσιν διδάξασα καὶ κοσμήσασα πρώτους ᾧ νῦν ἡμεῖς ἐκείνην σχήματι, ἔτι δ’ ἵππων ἁμιλλητηρίων καὶ πολεμιστηρίων ἔφηνεν ὀχήματα.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 155Location: Athens -
Oration 1.31-32
Aeilius Aristides
ἐπειδὴ γὰρ ἀνῆκεν ἡ χώρα τοὺς ἄνδρας, ἐκόσμει καὶ κατεσκεύαζε τὸν βίον αὐτοῖς, ἃ μητρὸς ἦν ἔργα ποιοῦσα, καὶ οὐ περιεῖδεν ὥσπερ ἀλλοτρίας τῆς τροφοῦ δεηθέντας, ἀλλ’ ἐκ τῶν αὐτῶν κόλπων ἐδωρεῖτο τὰ δεύτερα. καὶ γίγνεται δὴ πανήγυρις ὡς ἀληθῶς ἱερὰ καὶ ὑπὲρ γῆς πάσης τῆς οἰκουμένης ἐνταυθοῖ, καὶ ὥσπερ ἐν θεωρίᾳ πάντα εἰς ἅμιλλαν κατέστη. ἔρρωτο μὲν ἡ γῆ πρὸς ἁπάσας γονάς, θεοὶ δὲ συμφέροντες παρεῖχον οἱ μὲν φυτά, οἱ δὲ σπέρματα, οἱ δὲ βοσκήματα, ὧν ἔμελλεν ἡ φορὰ τὸ τοῦ ἀνθρώπου σῶμα κοσμήσειν οὐχ ἧττον ἢ τὸ οἰκεῖον καὶ παρέξειν τὴν σκέπην κοινὴν τοῖς μὲν τὴν ἐπέτειον καὶ πρώτην ἀεί, τοῖς δὲ εἰς ὅσον ἐξικνεῖτο· τέχνας δὲ ἐπὶ τούτοις ἔφαινον τὰς μὲν πυρὶ συγκεραννύντες, τὰς δὲ καὶ πυρὸς χωρίς.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 155 -
Oration 1.21
Aelius Aristides
καὶ μὴν τήν γε τῶν ὀρῶν φαιδρότητα καὶ χάριν τίς οὐκ ἂν ἀγασθείη; οἷς γε τοσοῦτον κόσμου περίεστιν ὥστε καὶ τὰς πόλεις αὐτὰ δὴ κοσμεῖ·Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 155Location: Athens -
De Isocrate 3
Dionysius of Halicarnassus
καίτοι γε ἀνθηρός ἐστιν, εἰ καί τις ἄλλος, καὶ ἐπαγωγὸς ἡδονῇ τῶν ἀκροωμένων Ἰσοκράτης, ἀλλ᾿ οὐκ ἔχει τὴν αὐτὴν χάριν ἐκείνῳ. τοσοῦτον δὲ αὐτοῦ λείπεται κατὰ ταύτην τὴν ἀρετήν, ὅσον τῶν φύσει καλῶν σωμάτων τὰ συνερανιζόμενα κόσμοις ἐπιθέτοιςText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
De Lysia 29
Dionysius of Halicarnassus
ἔστι δή τις αὐτῷ πανηγυρικὸς λόγος, ἐν ᾧ πείθει τοὺς Ἕλληνας ἀγομένης Ὀλυμπίασι τῆς πανηγύρεως ἐκβάλλειν Διονύσιον τὸν τύραννον ἐκ τῆς ἀρχῆς καὶ Σικελίαν ἐλευθερῶσαι ἄρξασθαί τε τῆς ἔχθρας αὐτίκα μάλα, διαρπάσαντας τὴν τοῦ τυράννου σκηνὴν χρυσῷ τε καὶ πορφύρᾳ καὶ ἄλλῳ πλούτῳ πολλῷ κεκοσμημένην.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 15.3.4
Dionysius of Halicarnassus
ὁ δὲ στρατηγὸς Κάμιλλος χρυσέῳ τοῦτον στεφάνῳ ἐκόσμησεν ἐπωνυμίαν θέμενος αὐτῷ Κορβῖνον ἀπὸ τοῦ συναγωνισαμένου κατὰ τὴν μονομαχίαν ζῴου· κόρβους γὰρ οἱ Ῥωμαῖοι καλοῦσι τοὺς κόρακας· αὐτός τε διετέλεσεν ἐξ ἐκείνου συμβόλῳ κατὰ τοῦ κράνους κοσμούμενος κόρακι, καὶ ταῖς εἰκόσιν αὐτοῦ πάσαις οἱ πλάττοντες καὶ γράφοντες τοῦτο τὸ ζῷον ἐπὶ τὴν κεφαλὴν ἐφήρμοττονText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 10.38.1
Dionysius of Halicarnassus
πότερον ἔτη πλείω στρατευσάμενος ἢ μάχας πλείους ἀγωνισάμενος ἢ τραύματα πλείω λαβὼν ἢ στεφάνοις καὶ φαλάροις καὶ σκύλοις καὶ τοῖς ἄλλοις ἐπινικίοις κόσμοις ὑπερβαλόμενος, δι᾿ ὃν ἀσθενέστεροι μὲν οἱ πολέμιοι γεγόνασιν ἐπιφανεστέρα δὲ καὶ μείζων ἡ πατρίς;Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 10.24.2
Dionysius of Halicarnassus
ὡς δ᾿ ἐγγὺς ἦν, ἵππους τ᾿ αὐτῷ φαλάροις κεκοσμημένους ἐκπρεπέσι προσῆγον καὶ πελέκεις ἅμα ταῖς ῥάβδοις εἰκοσιτέτταρας παρέστησαν ἐσθῆτά τε ἁλουργῆ καὶ τἆλλα παράσημα οἷς πρότερον ἡ τῶν βασιλέων ἐκεκόσμητο ἀρχὴ προσήνεγκανText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 9.53.5-6
Dionysius of Halicarnassus
καὶ νῦν Οὐολούσκοις κατὰ Ῥωμαίων ἵσταται τρόπαια, καὶ κοσμεῖται τοῖς ἡμετέροις λαφύροις τἀκείνων ἱερὰ καὶ ἐν αὐχήμασιν ἡλίκοις οὐπώποτε αἱ πόλεις αὐτῶν εἰσιν, τέως ὑπὲρ ἀνδραποδισμοῦ τε καὶ κατασκαφῆς τῶν ἡμετέρω δεόμεναι ἡγεμόνωνText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 9.35.4
Dionysius of Halicarnassus
γενόμενος δὲ καὶ τούτου τοῦ χάρακος ἐγκρατὴς ἐκείνην μὲν τὴν ἡμέραν ἀνέπαυσε τὴν στρατιάν, τῇ δ᾿ ἑξῆς τά τε λάφυρα ὅσα ἐξ ἀμφοτέρων εἰλήφει τῶν στρατοπέδων διένειμε τοῖς ἀγωνισαμένοις πολλὰ ὄντα, καὶ τοὺς ἀριστεύσαντας ἐν ταῖς μάχαις τοῖς εἰωθόσιν ἐκόσμει στεφάνοιςText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 8.79.1
Dionysius of Halicarnassus
καὶ μετὰ ταῦτα Μάλλιος τὸν Γαλατικὸν πόλεμον στρατηγῶν τὸν υἱὸν ἀριστεύοντα κατὰ πόλεμον τῆς μὲν ἀνδρείας ἕνεκα τοῖς ἀριστείοις στεφάνοις ἐκόσμησεν, ἀπείθειαν δ᾿ ἐπικαλῶν, ὅτι οὐκ ἐν ᾧ ἐτάχθη φρουρίῳ ἔμεινεν ἀλλὰ παρὰ τὴν ἐπιταγὴν τοῦ ἡγεμόνος ἐξῆλθεν ἀγωνιούμενος, ὡς λιποτάκτην ἀπέκτεινεText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 8.69.1
Dionysius of Halicarnassus
ὃς οὔτε πόλεις κατὰ κράτος ἑλὼν ἐκ τειχομαχίας οὔτ᾿ ἐν ὑπαίθρῳ μάχῃ στρατιὰν πολεμίων τρεψάμενος αἰχμάλωτα καὶ σκῦλα, οἷς κοσμεῖται θρίαμβος, ἔμελλε κατάγεινText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 8.49.3
Dionysius of Halicarnassus
ἐῶ γὰρ λέγειν ὅσοις κεκόσμηκας ἐκ τοῦ πολέμου λαφύροις τὰς πόλεις αὐτῶν καὶ πηλίκους κεχάρισαι τοῖς συστρατευσαμένοις πλούτουςText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 8.17.1
Dionysius of Halicarnassus
θυσίας τε χαριστηρίους τοῖς θεοῖς ἐποιοῦντο καὶ σκύλων ἀναθέσει τοὺς νεὼς καὶ τὰς ἀγορὰς ἐκόσμουν καὶ ἦσαν ἅπαντες ἐν ἑορταῖς καὶ εὐπαθείαιςText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 7.72.6
Dionysius of Halicarnassus
τοῖς δ᾿ ἀνδράσι καὶ κράνη χάλκεα λόφοις ἐπισήμοις κεκοσμημένα καὶ πτεροῖς.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 7.7.1
Dionysius of Halicarnassus
Οὓς συνεργοὺς καὶ συναγωνιστὰς λαβὼν καὶ ἃ δεήσει πράττειν ἑκάστοις ὑποθέμενος τοῖς τε αἰχμαλώτοις οὓς ἐπήγετο προῖκα δοὺς τὴν ἐλευθερίαν, ἵνα καὶ τὴν ἐκείνων εὔνοιαν προσλάβῃ, κατέπλει κεκοσμημέναις ταῖς ναυσὶν εἰς τοὺς τῶν Κυμαίων λιμέναςText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 6.96.3-4
Dionysius of Halicarnassus
οἱ δὲ πολλῶν πάνυ μισθώσαντες χρημάτων τὰς παροχὰς κόσμῳ τε πολυτελεστάτῳ κοσμήσαντες αὐτοῦ τὸ σῶμα καὶ πάντα τὰ λοιπὰ ἐπιχορηγήσαντες εἰς μεγαλοπρέπειαν ἔθαψαν αὐτὸν ἀξίως τῆς ἀρετῆς.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 6.95.4
Dionysius of Halicarnassus
τὴν δὲ προστασίαν καὶ τὴν ἐπιμέλειαν τῶν ἐν αὐταῖς γινομένων θυσιῶν τε καὶ ἀγώνων οἱ τῶν δημάρχων ὑπηρέται παρέλαβον, οἱ τὴν νῦν ἀγορανομικὴν ἔχοντες ἐξουσίαν, ὥσπερ ἔφην, κοσμηθέντες ὑπὸ τῆς βουλῆς πορφύρᾳ καὶ θρόνῳ ἐλεφαντίνῳ καὶ τοῖς ἄλλοις ἐπισήμοις οἷς εἶχον οἱ βασιλεῖς.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquitates Romanae 6.94.1
Dionysius of Halicarnassus
ἐδωρήσατο δ᾿ αὐτὸν ἵππῳ πολεμιστῇ στρατηγικοῖς ἐπισήμοις κεκοσμημένῳText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 6.17.2
Dionysius of Halicarnassus
ἁπάντων δὲ χωρησάντων αὐτῷ κατ᾿ εὐχὴν θάψας τοὺς οἰκείους νεκροὺς καὶ τὴν στρατιὰν καθήρας ἀνέστρεψεν εἰς τὴν πόλιν ἐκπρεπεῖ θριάμβῳ κοσμούμενος ὅπλων τε σωρὸν ἐφ᾿ ἁμάξαις πολλαῖς κομίζων καὶ χρημάτων στρατιωτικῶν παρασκευὰς ἀφθόνους εἰσφέρωνText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome