Items
-
Greek Anthology 14.123
Metrodorus
ἐκ δὲ τριηκόντων κοσμήσατε σῆμα ταλάντων,ῥέζετε δ᾽ Οὐδαίῳ Ζανὶ θυηπολίηνδισσῶν ἔς τε πυρὴν καὶ ἄλφιτα καὶ τελαμῶνας,εἰκαίην δοιῶν σῶμα χάριν λαβέτω.Text Category: Literature: epigramCentury Range: 6th century CE -
Greek Anthology 9.688
Unknown
εἰς πύλην τοῦ Ἄργουςτήνδε πύλην λάεσσιν ἐυξέστοις ἀραρυῖαν,ἀμφότερον, κόσμον τε πάτρῃ] καὶ θάμβος ὁδίταις,τεῦξε Κλέης Κλεάδας ἀγανῆς πόσις εὐπατερείης,Λερναίων ἀδύτων περιώσιος ὀργιοφάντης,τερπόμενος δώροισιν ἀγασθενέων βασιλήων:Text Category: Literature: epigramCentury Range: 3rd century CE -
Greek Anthology: 9.668
Marianus Scholasticus
ᾗχι καὶ ἑρσήεις ἀμαρύσσεται ἄνθεσι λειμὼν,πουλὺν ἰοστεφάνων κόσμον ἀνεὶς καλύκωνκαὶ γλυκερῆς τρίστοιχος ἐπεμβαδὸν ἄλλος ἐπ᾽ ἄλλῳμαστὸς ἀναθλίβει χεύματα Ναϊάδος:Text Category: Literature: epigramCentury Range: 6th century CE -
Greek Anthology 9.658
Paulus Silentarius
ἐν τῷ μεγάλῳ Πραιτωρίῳ καλλωπισθέντικόσμον Ἰουστῖνος βασιλεὺς ῥυπόωντα καθήραςκαὶ τὰ μέγιστα Δίκης ἠγλάισεν τεμένηText Category: Literature: epigramCentury Range: 6th century CELocation: Constantinople -
Greek Anthology 9.323
Antipater of Sidon
τίς θέτο μαρμαίροντα βοάγρια; τίς δ᾽ ἀφόρυκταδούρατα, καὶ ταύτας ἀρραγέας κόρυθας,ἀγκρεμάσας Ἄρηι μιάστορι κόσμον ἄκοσμον;Text Category: Literature: epigramCentury Range: 2nd century BCELocation: Sidon? -
Greek Anthology 9.293
Philippus of Thessalonica
πουλὺ Λεωνίδεω κατιδὼν δέμας αὐτοδάικτονΞέρξης ἐχλαίνου φάρεϊ πορφυρέῳ:κἠκ νεκύων δ᾽ ἤχησεν ὁ τᾶς Σπάρτας πολὺς ἥρως:οὐ δέχομαι προδόταις μισθὸν ὀφειλόμενονἀσπὶς ἐμοὶ τύμβου κόσμος μέγας: αἶρε τὰ Περσῶνχἤξω κεἰς ἀΐδην ὡς ΛακεδαιμόνιοςText Category: Literature: epigramCentury Range: 1st century BCE -
Greek Anthology 9.322
Leonidas of Tarentum
παστάδα τις τοιοῖσδε καὶ ἀνδρειῶνα καὶ αὐλὰνκοσμείτω καὶ τὸν νυμφίδιον θάλαμονἌρευς δ᾽ αἱματόεντα διωξίπποιο λάφυρανηὸν κοσμοίη τοῖς γὰρ ἀρεσκόμεθα,.Text Category: Literature: epigramCentury Range: 3rd century BCELocation: Tarentum -
Greek Anthology 9.697
Unknown
εἰς ἕτερον μέρος τῆς αὐτῆς ἁψῖδοςἔπρεπε σοί, Θεόδωρε, Τύχης ἐυκίονα νηὸν;ἔργου κοσμῆσαι θαύματι τοσσατίου,δῶρά τε κυδήεντα πορεῖν χ;χρυσάσπιδι Ῥώμῃ,ἥ ς᾽ Ὕπατον τεῦξεν, καὶ τρισέπαρχον ὁρᾷ.Text Category: Literature: epigramCentury Range: 5th century CELocation: Constantinople -
Greek Anthology 7.679
St. Sophronius the Patriarch
τοῦ καὶ κάλλεα πάντα, τάπερ πτόλις ἔλλαχεν αὕτη,εἰσὶ φιλοφροσύνης κόσμος ἀρειοτάτηςText Category: Inscription: epitaphCentury Range: 7th century CELocation: Alexandria -
Greek Anthology 7.385
Philippus
ἥρως Πρωτεσίλαε, σὺ γὰρ πρώτην ἐμύησαςἼλιον Ἑλλαδικοῦ θυμὸν ἰδεῖν δόρατος,καὶ περὶ σοῖς τύμβοις ὅσα δένδρεα μακρὰ τέθηλε,πάντα τὸν εἰς Τροίην ἐγκεκύηκε χόλονἼλιον ἢν ἐσίδῃ γὰρ ἀπ᾽ ἀκρεμόνων κορυφαίων,καρφοῦται, πετάλων κόσμον ἀναινόμενα.Text Category: Literature: epigramCentury Range: 1st century CE -
Greek Anthology 7.230
Erycius of Cyzicus
ἁνίκ᾽ ἀπὸ πτολέμου τρέσσαντά σε δέξατο μάτηρ,πάντα τὸν ὁπλιστὰν κόσμον ὀλωλεκότα,αὐτά τοι φονίαν, Δαμάτριε, αὐτίκα λόγχανεἶπε διὰ πλατέων ὠσαμένα λαγόνωνκάτθανε, μηδ᾽ ἐχέτω Σπάρτα ψόγον οὐ γὰρ ἐκείναἤμπλακεν, εἰ δειλοὺς τοὐμὸν ἔθρεψε γάλα.Text Category: Literature: epigramCentury Range: 1st century BCE -
Greek Anthology 6.163
Meleager of Gadara
τίς τάδε μοι θνητῶν τὰ περὶ θριγκοῖσιν ἀνῆψεσκῦλα, παναισχίστην τέρψιν Ἐνυαλίου ;οὔτε γὰρ αἰγανέαι περιαγέες, οὔτε τι πήληξἄλλοφος, οὔτε φόνῳ χρανθὲν ἄρηρε σάκος:ἀλλ᾽ αὔτως γανόωντα καὶ ἀστυφέλικτα σιδάρῳοἷά περ οὐκ ἐνοπᾶς, ἀλλὰ χορῶν ἔναρα:οἷς θάλαμον κοσμεῖτε γαμήλιον ὅπλα δὲ λύθρῳλειβόμενα βροτέῳ σηκὸς Ἄρηος ἔχοι.Text Category: Literature: epigramCentury Range: 1st century BCELocation: Tyre -
Greek Anthology 6.287
Antipater of Sidon
ξανθὰ δ᾽ Ἀντιάνειρα τὸν ἀγχόθι μήσατο κόσμον,πρὸς λαιᾷ ποταμοῦ κεκλιμένον λαγόνι:Text Category: Literature: epigramCentury Range: 2nd century BCELocation: Sidon? -
Greek Anthology 6.246
Philodemus
κέντρα διωξικέλευθα, φιλορρώθωνά τε κημόν,τόν τε περὶ στέρνοις κόσμον ὀδοντοφόρον,κοἰσυΐνην ἔτι ῥάβδον ἐπὶ προθύροισι, Πόσειδον,ἄνθετο σοὶ νίκης Χάρμος ἀπ᾽ Ἰσθμιάδος,καὶ ψήκτρην ἵππων ἐρυσίτριχα, τὴν τ᾽ ἐπὶ νώτωνμάστιγα, ῥοίζου μητέρα καρχαλέην.Text Category: Literature: epigramCentury Range: 1st century BCELocation: Herculaneum? -
Greek Anthology 6.206
Antipater of Sidon
σάνδαλα μὲν τὰ ποδῶν θαλπτήρια ταῦτα Βίτιννα,εὐτέχνων ἐρατὸν σκυτοτόμων κάματοντὸν δὲ φιλοπλάγκτοιο κόμας σφιγκτῆρα Φιλαινίς,βαπτὸν ἁλὸς πολιῆς ἄνθεσι κεκρύφαλον:ῥιπίδα δ᾽ Ἀντίκλεια: καλύπτειραν δὲ προσώπου,ἔργον ἀραχναίοις νήμασιν ἰσόμορον,ἁ καλὰ Ἡράκλεια: τὸν εὐσπειρῆ δὲ δράκοντα,χρύσειον ῥαδινῶν κόσμον ἐπισφυρίων,πατρὸς Ἀριστοτέλους συνομώνυμος: αἱ συνομήθειςἅλικες Οὐρανίῃ δῶρα Κυθηριάδι.Text Category: Literature: epigramCentury Range: 2nd century BCELocation: Sidon? -
Greek Anthology 6.142
Anacreon
σάν τε χάριν, Διόνυσε, καὶ ἀγλαὸν ἄστεϊ κόσμονΘεσσαλίας μ᾽ ἀνέθηκ᾽ ἀρχὸς Ἐχεκρατίδας.Text Category: Literature: epigramCentury Range: 6th century BCELocation: Thessaly -
Greek Anthology 6.40
Simonides
τόνδε ποθ᾽ Ἕλληνες ῥώμῃ χερός, ἔργῳ Ἄρηος,εὐτόλμῳ ψυχῆς λήματι πειθόμενοι,Πέρσας ἐξελάσαντες, ἐλεύθερον Ἑλλάδι κόσμονἱδρύσαντο Διὸς βωμὸν Ἐλευθερίου.Text Category: Literature: epigramCentury Range: 5th century BCEDate: after 479Location: Athens -
Greek Anthology 2.1
Christodorus of Thebes
εὐχαίτης τριποδηλάλος ἦεν Ἀπόλλων,καλὸς ἰδεῖν: πλόκαμος γὰρ ἕλιξ ἐπιδέδρομεν ὤμοιςἀμφοτέροις: ἐρατὴ δὲ θεοῦ διεφαίνετο μορφή,χαλκῷ κόσμον ἄγουσαText Category: Literature: epigramCentury Range: 6th century CE -
Greek Anthology 2.1
Christodorus of Thebes
χαῖρε φάος ῥήτρης Ἰσόκρατες, ὅττι σὺ χαλκῷκόσμον ἄγεις: δοκέεις γὰρ ἐπίφρονα μήδεα φαίνειν,εἰ καὶ ἀφωνήτῳ σε πόνῳ χαλκεύσατο τέχνη.Text Category: Literature: epigramCentury Range: 6th century CE -
Greek Anthology 2.1
Christodorus of Thebes
ἠγασάμην δ᾽ Ἑλένης ἐρατὸν τύπον, ὅττι καὶ αὐτῷχαλκῷ κόσμον ἔδωκε πανίμερον ἀγλαΐη γὰρἔπνεε θερμὸν ἔρωτα. καὶ ἀψύχῳ ἐνὶ τέχνῃ.Text Category: Literature: epigramCentury Range: 6th century CE -
Greek Anthology 2.1
Christodorus of Thebes
Ἠγασάμην δὲ Κρέουσαν ἰδὼν πενθήμονι κόσμῳ,σύγγαμον Αἰνείαο κατάσκιον ἀμφὶ γὰρ αὐταῖςἀμφοτέραις κρήδεμνον ἐφελκύσσασα παρειαῖς,πάντα πέριξ ἐκάλυψε ποδηνεκέι χρόα πέπλῳ,οἷά τε μυρομένηText Category: Literature: epigramCentury Range: 6th century CE -
Greek Anthology 1.12
Unknown
ἐκ δέ με κείνηςΠλακιδίη κόσμησε σὺν ὀλβίστῳ παρακοίτῃ:᾿:εἰ δέ που ἀγλαΐης ἐπεδεύετο κάλλος ἐμεῖο,τὴν δέ μοι ὀλβιόδωρος ὑπὲρ μνήμης γενετήρωνδῶκεν Ἰουλιανή, καὶ ὑπέρτατον ὤπασε κῦδοςμητέρι καὶ γενέτῃ καὶ ἀγακλέι μητρὶ τεκούσης,κόσμον ἀεξήσασα παλαίτερον.Text Category: InscriptionCentury Range: 6th century CELocation: Constantinople -
Greek Anthology 1.10
Unknown
ἀλλ᾽ ὡς θυμὸν ἔχουσα θεοπρόπον, ὅττι γενέθληνκαλλείψει δεδαυῖαν ἀμείνονα κόσμον ὀπάζεινText Category: InscriptionCentury Range: 6th century CELocation: Constantinople -
Prometheus es in verbis
Lucian
οἱ δὲ πρὸς μὲν τὴν κάμηλον εφοβήθησαν καὶ ὀλίγου δεῖν ἔφυγον ἀναθορόντες, καίτοι χρυσῶ πᾶσα ἐκεκόσμητο καὶ ἁλουργίδι ἐπέστρωτο και ὁ χαλινὸς ἦν λιθοκόλλητος, Δαρείου τινὸς ἢ Καμβύσου ἢ Κύρου αὐτοῦ κειμήλιονText Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
Navigium 5
Lucian
ὁ μὲν γὰρ ἄλλος κόσμος,αἱ γραφαὶ καὶ τοῦ ἱστίου τὸ παράσειον πυραυγές, πρὸτούτων αἱ ἄγκυραι καὶ στροφεῖα καὶ περιαγωγεῖς καὶ αἱκατὰ τὴν πρύμναν οἰκήσεις θαυμάσια πάντα μοι ἔδοξε.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens