Items
-
Geography 4.1.5
Strabo
τῆς δὲ λιτότητος τῶν βίων καὶ τῆς σωφροσύνης τῶν Μασσαλιωτῶν οὐκ ἐλάχιστον ἄν τις θείη τοῦτο τεκμήριον: ἡ γὰρ μεγίστη προὶξ αὐτοῖς ἐστιν ἑκατὸν χρυσοῖ καὶ εἰς ἐσθῆτα πέντε καὶ πέντε εἰς χρυσοῦν κόσμον: πλέον δ᾽ οὐκ ἔξεστι.Text Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome or Alexandria -
Geography 3.4.17
Strabo
τῆς δὲ βαρβαρικῆς ἰδέας καὶ τὸν τῶν γυναικῶν ἐνίων κόσμον θείη τις ἄν, ὃν εἴρηκεν Ἀρτεμίδωρος: ὅπου μὲν γὰρ περιτραχήλια σιδηρᾶ φορεῖν αὐτάς φησιν ἔχοντα κόρακας καμπτομένους ὑπὲρ κορυφῆς καὶ προπίπτοντας πρὸ τοῦ μετώπου πολύ, κατὰ τούτων δὲ τῶν κοράκων, ὅτε βούλονται, κατασπᾶν τὸ κάλυμμα ὥστε ἐμπετασθὲν σκιάδιον τῷ προσώπῳ παρέχειν, καὶ νομίζειν κόσμον: ὅπου δὲ τυμπάνιον περικεῖσθαι πρὸς μὲν τῷ ἰνίῳ περιφερὲς καὶ σφίγγον τὴν κεφαλὴν μέχρι τῶν παρωτίδων, εἰς ὕψος δὲ καὶ πλάτος ἐξυπτιασμένον κατ᾽ ὀλίγον: ἄλλας δὲ τὰ προκόμια ψιλοῦν ἐπὶ τοσοῦτον ὥστ᾽ ἀποστίλβειν τοῦ μετώπου μᾶλλον: τὰς δ᾽ ὅσον ποδιαῖον τὸ ὕψος ἐπιθεμένας στυλίσκον περιπλέκειν αὐτῷ τὴν χαίτην, εἶτα καλύπτρᾳ μελαίνῃ περιστέλλειν.Text Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome or Alexandria -
Geography 3.4.6
Strabo
μετὰ τοίνυν Ἄβδηρα ἔστι Καρχηδὼν ἡ νέα, κτίσμα Ἀσδρούβα τοῦ διαδεξαμένου Βάρκαν τὸν Ἀννίβα πατέρα, κρατίστη πολὺ τῶν ταύτῃ πόλεων: καὶ γὰρ ἐρυμνή τ᾽ ἐστὶ καὶ τείχει κατεσκευασμένῳ καλῶς καὶ λιμέσι καὶ λίμνῃ κεκόσμηται καὶ τοῖς τῶν ἀργυρίων μετάλλοις, περὶ ὧν εἰρήκαμεν:Text Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome or Alexandria -
Geography 1.2.31-32
Strabo
φησὶ δὴ πρὸς Τηλέμαχον ὁ Μενέλαος θαυμάσαντα τὸν τῶν βασιλείων κόσμον… ἅμα μὲν γὰρ θαυμάζουσι τοῦ κόσμου τῶν βασιλείων οἱ περὶ Τηλέμαχον τὸ πλῆθος ὅ ἐστι ‘χρυσοῦ τ᾽ ἠλέκτρου τε καὶ ἀργύρου ἠδ᾽ ἐλέφαντος.’Text Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome or Alexandria -
Alcibiades 39.2
Plutarch
ἐδόκει περικεῖσθαι μὲν αὐτὸς τὴν ἐσθῆτα τῆς ἑταίρας, ἐκείνην δὲ τὴν κεφαλὴν ἐν ταῖς ἀγκάλαις ἔχουσαν αὐτοῦ κοσμεῖν τὸ πρόσωπον ὥσπερ γυναικὸς ὑπογράφουσαν καὶ ψιμυθιοῦσαν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Alcibiades 34.3
Plutarch
ἀφ᾽ οὗ γὰρ ἐπετειχίσθη Δεκέλεια καὶ τῶν εἰς Ἐλευσῖνα παρόδων ἐκράτουν οἱ πολέμιοι παρόντες, οὐδένα κόσμον εἶχεν ἡ τελετὴ πεμπομένη κατὰ θάλατταν, ἀλλὰ καὶ θυσίαι καὶ χορεῖαι καὶ πολλὰ τῶν δρωμένων καθ᾽ ὁδὸν ἱερῶν, ὅταν ἐξελαύνωσι τὸν Ἴακχον, ὑπ᾽ ἀνάγκης ἐξελείπετο.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Alcibiades 34.1
Plutarch
δρῶσι δὲ τὰ ὄργια Πραξιεργίδαι Θαργηλιῶνος ἕκτῃ φθίνοντος ἀπόρρητα, τόν τε κόσμον καθελόντες καὶ τὸ ἕδος κατακαλύψαντες.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Alcibiades 32.2
Plutarch
ἃ δὲ Δοῦρις ὁ Σάμιος Ἀλκιβιάδου φάσκων ἀπόγονος εἶναι προστίθησι τούτοις, αὐλεῖν μὲν εἰρεσίαν τοῖς ἐλαύνουσι Χρυσόγονον τὸν πυθιονίκην, κελεύειν δὲ Καλλιππίδην τὸν τῶν τραγῳδιῶν ὑποκριτήν, στατοὺς καὶ ξυστίδας καὶ τὸν ἄλλον ἐναγώνιον ἀμπεχομένους κόσμον, ἱστίῳ δ᾽ ἁλουργῷ τὴν ναυαρχίδα προσφέρεσθαι τοῖς λιμέσιν,Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Alcibiades 32.1
Plutarch
ὁ δ᾽ Ἀλκιβιάδης ἰδεῖν τε ποθῶν ἤδη τὰ οἴκοι, καὶ ἔτι μᾶλλον ὀφθῆναι βουλόμενος τοῖς πολίταις νενικηκὼς τοὺς πολεμίους τοσαυτάκις, ἀνήχθη, πολλαῖς μὲν ἀσπίσι καὶ λαφύροις κύκλῳ κεκοσμημένων τῶν Ἀττικῶν τριήρων, πολλὰς δ᾽ ἐφελκόμενος αἰχμαλώτους, ἔτι δὲ πλείω κομίζων ἀκροστόλια τῶν διεφθαρμένων ὑπ᾽ αὐτοῦ καὶ κεκρατημένων. ἦσαν γὰρ οὐκ ἐλάττους συναμφότεραι διακοσίων.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Alcibiades 12.1
Plutarch
τοῦτο μέντοι τὸ λαμπρὸν ἐπιφανέστερον ἐποίησεν ἡ τῶν πόλεων φιλοτιμία. σκηνὴν μὲν γὰρ αὐτῷ κεκοσμημένην διαπρεπῶς ἔστησαν ἘφέσιοιText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Description of Greece 10.38.5
Pausanias
κεκόσμηται δὲ ἡ πόλις κατασκευῇ τε τῇ ἄλλῃ καὶ τὰ μάλιστα ἥκοντα ἐς μνήμην ἔστι μὲν μνῆμα Ἀμφίσσης, ἔστι δὲ Ἀνδραίμονος·Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 10.32.1
Pausanias
στάδιον δέ σφισιν ἀνωτάτω τῆς πόλεως τοῦτό ἐστιν· ἐπεποίητο δὲ ἐκ τῆς πέτρας ὁποῖαι περὶ τὸν Παρνασσόν εἰσιν αἱ πολλαί, ἄχρις Ἀθηναῖος Ἡρώδης λίθῳ τῷ Πεντελῆσιν αὐτὸ μετεκόσμησεν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 10.19.4
Pausanias
τὰ δὲ ἐν τοῖς ἀετοῖς, ἔστιν Ἄρτεμις καὶ Λητὼ καὶ Ἀπόλλων καὶ Μοῦσαι δύσις τε Ἡλίου καὶ Διόνυσός τε καὶ αἱ γυναῖκες αἱ Θυιάδες. τὰ μὲν δὴ πρῶτα αὐτῶν Ἀθηναῖος Πραξίας μαθητὴς Καλάμιδός ἐστιν <ὁ> ἐργασάμενος· χρόνου δὲ ὡς ὁ ναὸς ἐποιεῖτο ἐγγινομένου Πραξίαν μὲν ἔμελλεν ἀπάξειν τὸ χρεών, τὰ δὲ ὑπολειπόμενα τοῦ ἐν τοῖς ἀετοῖς κόσμου ἐποίησεν Ἀνδροσθένης, γένος μὲν καὶ οὗτος Ἀθηναῖος, μαθητὴς δὲ ΕὐκάδμουText Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 10.14.5
Pausanias
μή μοι Περσῆος σκύλων περικαλλέα κόσμοννηῷ ἐγκαταθῇς· οἶκόνδ’ ἀπόπεμπε τάχιστα.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 10.11.6
Pausanias
ἀνάκειται δὲ καὶ πλοίων τὰ ἄκρα κοσμήματα καὶ ἀσπίδες χαλκαῖText Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 9.39.2
Pausanias
κεκόσμηται μὲν δὴ τὰ ἄλλα σφίσιν ἡ πόλις ὁμοίως τοῖς Ἑλλήνων μάλιστα εὐδαίμοσι, διείργει δὲ ἀπ’ αὐτῆς τὸ ἄλσος τοῦ Τροφωνίου <ποταμὸς Ἕρκυνα.>Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 9.38.2
Pausanias
τὰ δὲ ἀγάλματα <τὰ> σὺν κόσμῳ πεποιημένα ἀνετέθη μὲν ἐπ’ ἐμοῦ, λίθου δέ ἐστι καὶ ταῦτα.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 9.32.1
Pausanias
τοῖς δὲ ἐν Κρεύσιδι, ἐπινείῳ τῷ Θεσπιέων, οἰκοῦσιν ἐν κοινῷ μέν ἐστιν οὐδέν, ἐν ἰδιώτου δὲ ἀνδρὸς ἄγαλμα ἦν Διονύσου γύψου πεποιημένον καὶ ἐπικεκοσμημένον γραφῇ.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 9.12.4
Pausanias
Πολύδωρον δὲ τὸ ξύλον τοῦτο χαλκῷ λέγουσιν ἐπικοσμήσαντα Διόνυσον καλέσαι Κάδμον.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 9.2.7
Pausanias
Πλαταιεῦσι δὲ ναός ἐστιν Ἥρας, θέας ἄξιος μεγέθει τε καὶ ἐς τῶν ἀγαλμάτων τὸν κόσμον.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 8.45.5
Pausanias
ὁ δὲ ναὸς ὁ ἐφ’ ἡμῶν πολὺ δή τι τῶν ναῶν, ὅσοι Πελοποννησίοις εἰσίν, ἐς κατασκευὴν προέχει τὴν ἄλλην καὶ ἐς μέγεθος. ὁ μὲν δὴ πρῶτός ἐστιν αὐτῷ κόσμος τῶν κιόνων Δώριος, ὁ δὲ ἐπὶ τούτῳ ΚορίνθιοςText Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 8.42.6
Pausanias
Δῃὼ μέν σε ἔπαυσε νομῆς, Δῃὼ δὲ νομῆαςἐκ δησισταχύων καὶ ἀναστοφάγων πάλι θῆκε,νοσφισθεῖσα γέρα προτέρων τιμάς τε παλαιάς.καί σ’ ἀλληλοφάγον θήσει τάχα καὶ τεκνοδαίτην,εἰ μὴ πανδήμοις λοιβαῖς χόλον ἱλάσσεσθεσήραγγός τε μυχὸν θείαις κοσμήσετε τιμαῖς.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 8.33.1
Pausanias
εἰ δὲ ἡ Μεγάλη πόλις προθυμίᾳ τε τῇ πάσῃ συνοικισθεῖσα ὑπὸ Ἀρκάδων καὶ ἐπὶ μεγίσταις τῶν Ἑλλήνων ἐλπίσιν ἐς αὐτὴν κόσμον τὸν ἅπαντα καὶ εὐδαιμονίαν τὴν ἀρχαίαν ἀφῄρηταιText Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 8.30.10
Pausanias
ταύτης τῆς στοᾶς ἐστιν ἐγγυτάτω ὡς πρὸς ἥλιον ἀνίσχοντα ἱερὸν Σωτῆρος ἐπίκλησιν Διός· κεκόσμηται δὲ πέριξ κίοσι.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece -
Description of Greece 8.30.3
Pausanias
ἔστι δὲ πρὸ τοῦ τεμένους τούτου χαλκοῦν ἄγαλμα Ἀπόλλωνος θέας ἄξιον, μέγεθος μὲν ἐς πόδας δώδεκα, ἐκομίσθη δὲ ἐκ τῆς Φιγαλέων συντέλεια ἐς κόσμον τῇ Μεγάλῃ πόλει.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Greece