Deipnosophistae 14.41
Item
-
Quotation
καὶ περὶ τοῦ τρίποδος δὲ καλουμένου ὄργανον δὲ καὶ τοῦτο μουσικόν ὁ προειρημένος Ἀρτέμων γράφει οὕτως : ‘ ὅθεν πολλὰ τῶν ὀργάνων οὐδ᾽ εἰ γέγονέ ποτε γινώσκεται: καθάπερ ὁ Πυθαγόρου τοῦ Ζακυνθίου τρίπους. ὀλιγοχρόνιον γὰρ τὴν ἀκμὴν σχὼν, καὶ διὰ τὸ δοκεῖν ἐργώδης εἶναι κατὰ τὴν χειροθεσίαν, ἢ δι᾽ ἣν δὴ ποτ᾽ οὖν αἰτίαν, συντόμως καταλυθεὶς διαλέληθε τοὺς πολλούς. ἦν δὲ παραπλήσιος μὲν Δελφικῷ τρίποδι καὶ τοὔνομ᾽ ἐντεῦθεν ἔσχεν, τὴν δὲ χρῆσιν τριπλῆς κιθάρας παρείχετο, τῶν γὰρ ποδῶν ἑστώτων ἐπί τινος βάσεως εὐστρόφου, καθάπερ αἱ τῶν περιάκτων δίφρων κατασκευάζονται, θέσεις, τὰς μέσας τρεῖς χώρας τὰς ἀπὸ ποδὸς ἐπὶ πόδα διεστώσας ἐνέτεινε χορδαῖς, ὑπερθεὶς ἑκάστῃ πῆχυν καὶ κάτω προσαρμόσας χορδοτόνια, καὶ τὸν ἐπάνω κόσμον κοινὸν τοῦ λέβητος καὶ τῶν παρηρτημένων ἠχείων ἀποδούς
-
Object/ Person Ornamented
Musical instrument known as a tripous
-
Type of Medium Ornamenting
-
Determination
Derived directly from text