Skip to main content
IG XII,3 325
Item
-
Precise Date or Date Range
-
Quotation
ἐπειδὴ ἡ κατὰ πόλιν ὑπάρχουσα στοὰ ἡ π[ρ]ὸς τῇ30 ἀγορᾷ ἀπεστέγασται μὲν ὅλη, ἐκ μέρους δὲ καὶ τὰ τῶντοίχων αὐτῆς καὶ οἰκοδομημάτων καταπέπτωκεν καὶτὰ πρόσλοιπα δὲ διαπεφορημένα κινδυνεύει εἰς ἔδα-φος κατενεχθῆναι, πολλάκις τε περὶ τῆ[ς] κατασκευῆςαὐτῆς καὶ ἐπισκευῆς πανδημεὶ καταβοήσεις ἐγένον-το ἀναγκαίου ὄντος τοῦ ἔργου πρὸς ὅλον τὸν τῆς πόλεωςκόσμον τε καὶ ἀπόλαυσιν καὶ πολυτέλειαν, διὰ τὸ μηδὲνἕτερον τοιοῦτον ἐν αὐτῇ ὑπάρχειν ἔργον, καὶμηδενὸς μήτε ἄρχοντος μήτε ἰδιώτου ὑπεσχη-μένου ἀπο[κατ]αστῆσαι τῇ πόλει τὸ ἔργον, συν-ο[ρθ]ῶ[ν] μετ[ὰ] καὶ τούτου τοῦ ἔργου καὶ τὰ ἄλλακαταρειπτούμενα ὑπισχνοῦμαι, ὁποῖον ἂν καὶὁπόσον ὁ καιρός μοι ἐπιτρέψῃ καὶ ἡ τύχη τῆςπόλεως, κατ[αστή]σας αὐτὸ ἀποδοῦναι τῇ πόλεισῷον ἐκ [τῶν ἰδίων] μετὰ τοῦ ὑοῦ μου Φλ. Κλειτοσθέ-[νους Ἰουλιανοῦ κ]αὶ τοῦ ἐκγόνου μου Φλ. Κλειτοσθέ-[νο]υς [Κλαυδιανοῦ]·
-
Object/ Person Ornamented
-
Type of Medium Ornamenting
-
Person Engaged in Act of Ornamenting
Titus Flavius Clitosthenes Claudianus, his son Flavius Clitosthenes Julianus, his grandson Flavius Clitosthenes Claudianus and his granddaughter Flavia Claudia Demetria Aeliana
-
Determination
Derived directly from text