Alcestis 611-624

Item

Text Category
Literature: poetry
Century Range
Precise Date or Date Range
438
Location of Display
Reference
Alcestis 611-624
Quotation
Χορός καὶ μὴν ὁρῶ σὸν πατέρα γηραιῷ ποδὶ στείχοντ᾽, ὀπαδούς τ᾽ ἐν χεροῖν δάμαρτι σῇ κόσμον φέροντας, νερτέρων ἀγάλματα. Φέρης ἥκω κακοῖσι σοῖσι συγκάμνων, τέκνον: ἐσθλῆς γάρ, οὐδεὶς ἀντερεῖ, καὶ σώφρονος γυναικὸς ἡμάρτηκας. ἀλλὰ ταῦτα μὲν φέρειν ἀνάγκη καίπερ ὄντα δύσφορα. δέχου δὲ κόσμον τόνδε, καὶ κατὰ χθονὸς ἴτω. τὸ ταύτης σῶμα τιμᾶσθαι χρεών, ἥτις γε τῆς σῆς προύθανε ψυχῆς, τέκνον, καί μ᾽ οὐκ ἄπαιδ᾽ ἔθηκεν οὐδ᾽ εἴασε σοῦ στερέντα γήρᾳ πενθίμῳ καταφθίνειν, πάσαις δ᾽ ἔθηκεν εὐκλεέστερον βίον γυναιξίν, ἔργον τλᾶσα γενναῖον τόδε.
Part of Speech
Type of Thing Ornamented
Object/ Person Ornamented
Alcestis
Type of Medium Ornamenting
Medium/a Ornamenting
Burial dress and offerings
Person Engaged in Act of Ornamenting
Admetus
Item Identifier
A02112
Determination
Derived directly from text